Παρασκευή 15 Δεκεμβρίου 2023

Η ΒΑΣΙΛΙΣΣΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΣ ΘΕΟΦΑΝΩ

 16 Δεκεμβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἐφεσ. α΄ 16-23

  16 Οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν μνείαν ὑμῶν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, 17 ἵνα ὁ Θεὸς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης, δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ, 18 πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν, εἰς τὸ εἰδέναι ὑμᾶς τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, 19 καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, 20 ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν ἐκ νεκρῶν, καὶ ἐκάθισεν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις 21 ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· 22 καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ, 23 ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ιδ΄ 1-11

   1 Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον, καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν. 2 καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ. 3 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων· εἰ ἔξεστι τῷ σαββάτῳ θεραπεύειν; οἱ δὲ ἡσύχασαν. 4 καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσε. 5 καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπε· τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ ἐμπεσεῖται, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου; 6 καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι αὐτῷ πρὸς ταῦτα. 7 Ἔλεγε δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς· 8 ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ᾿ αὐτοῦ, 9 καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι· δὸς τούτῳ τόπον· καὶ τότε ἄρξῃ μετ᾿ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν. 10 ἀλλ᾿ ὅταν κληθῇς, πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε εἴπῃ σοι· φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον τῶν συνανακειμένων σοι. 11 ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Η ΒΑΣΙΛΙΣΣΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΣ ΘΕΟΦΑΝΩ

 

   Στίς 16 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῆς ἀοιδίμου βασιλίσσης καί θαυματουργοῦ Θεοφανοῦς, συζύγου Λέοντος τοῦ σοφωτάτου βασιλέως. Γεννήθηκε στήν Κωνσταντινούπολη καί προερχόταν ἀπό βασιλικό γένος, θυγατέρα τοῦ Κωνσταντίνου Ἰλλουστρίου καί τῆς Ἄννης, οἱ ὁποίοι κατάγονταν ἀπό τήν Ἀνατολή. Ἦταν ἄτεκνοι καί παρακαλοῦσαν θερμά τήν Ὑπεραγία Θεοτόκο νά τούς χαρίσει παιδί. Ἐπειδή μέ πίστη παρακαλοῦσαν τήν Παναγία, ἀπέκτησαν ἕνα κορίτσι, τήν βασίλισσα Θεοφανώ. Ὅταν ἔγινε ἕξι ἐτῶν ξεκίνησε νά μαθαίνει τά ἱερά γράμματα καί ἀπέκτησε ὅλες τίς ἀρετές. Καθώς πρόκοπτε σέ ὅλα τά καλά, τήν ζήτησε ὁ βασιλιάς Βασίλειος ὁ Μακεδών γιά νόμιμη σύζυγου τοῦ γυιοῦ του Λέοντος. Μετά ἀπό μικρό διάστημα ὁ διάβολος ἔσπειρε διχόνοια μεταξύ τοῦ Βασιλείου καί τοῦ Λέοντος, μέ ἀποτέλεσμα νά κλείσει τό νεαρό ζευγάρι στήν φυλακή γιά τρία χρόνια. Συμφιλιώθηκαν ὅμως πάλι καί ὅταν ἀρρώστησε ὁ Βασίλειος ἀνεκήρυξε βασιλιά τόν Λέοντα. Ἡ Θεοφανώ παρόλο πού πλέον ἦταν βασίλισσα καί ἔμενε στό παλάτι, φρόντιζε πρωτίστως γιά τήν σωτηρία τῆς ψυχῆς της καί ἀδιαφοροῦσε γιά τίς πρόσκαιρες χαρές αὐτῆς τῆς ζωῆς. Δοξολογοῦσε νυχθημερόν τόν Θεό μέ ὕμνους καί ψαλμούς καί ζοῦσε μέ ἐγκράτεια καί ἐλεημοσύνη. Ἐξωτερικά φοροῦσε τήν βασιλική ἀλουργίδα, ἐσωτερικά ὅμως ἦταν ντυμένη μέ κουρέλια καί τρίχινα ροῦχα γιά νά ταλαιπωρεῖ τό σῶμα της. Καταφρονοῦσε τά πλούσια συμπόσια καί τρεφόταν μέ λάχανα καί ψωμί. Μοίραζε στούς φτωχούς ὄχι μόνο τά χρήματα πού κατέληγαν στά χέρια της, ἀλλά καί τά κοσμήματα καί πολύτιμα φορέματά της. Φρόντιζε τίς χῆρες, τά ὀρφανά καί χάριζε σέ μοναστήρια καί ἀσκητήρια χρήματα καί κτήματα. Φερόταν στούς δούλους της σάν νά ἦταν παιδιά της καί πάντοτε φερόταν μέ πολύ σεβασμό σέ ὅλους. Ποτέ δέν ορκίσθηκε, ποτέ δέν εἶπε ψέμματα οὔτε κατηγόρησε κάποιον. Πενθούσε διαρκῶς καί προσευχόταν μέ δάκρυα νύχτα καί ἡμέρα. Ἀπό τήν πολλή σκληραγωγία ἀσθένησε, ἀλλά τά πλούσια φαγητά πού τῆς ἔδιναν γιά νά ἀναρρώσει, τά χάριζε στούς φτωχούς. Ἀπαρνήθηκε ὅλα τά χαροποιά αὐτοῦ τοῦ κόσμου καί σήκωσε τόν Σταυρό τοῦ Χριστοῦ. Προγνώρισε τήν κοίμησή της, κάλεσε ὅλους τούς οἰκείους της γιά νά τούς ἀποχαιρετήσει καί παρέδωσε εἰρηνικά τό πνεῦμα της στά χέρια τοῦ Θεοῦ.

Ἀπολυτίκιον

(Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.)

   Προελομένη τὰ οὐράνια πόθῳ Θεοφανώ, τὴν βιοτὴν διεξῆλθες, ἀγγελικῶς ἐν γῇ περιπολεύουσα· ὅθεν κατηξίωσαι, οὐρανίων χαρίτων, σὺν Ἀγγέλων τάξεσι, καὶ ἁγίων χορείαις, παριστάμενη τῷ παμβασιλεῖ, ὂν ἐκδυσώπει, εὑρεῖν ἠμᾶς ἔλεος.

Μεγαλυνάριον

   Τῆς θεοφανείας τῆς μυστικῆς, τήν βουλήν πληροῦσα, ὡς βασίλισσα νουνεχής, τῆς ὑπερκοσμίου, ἐπέβης βασιλείας, Θεοφανώ Ὁσία ἀξιοθαύμαστε.