ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Α΄ Κορ. ιε΄ 58 – ις΄ 3
58 Ὥστε, ἀδελφοί μου ἀγαπητοί, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστι κενὸς ἐν Κυρίῳ.
ις΄ 1 Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας οὕτω καὶ ὑμεῖς ποιήσατε. 2 κατὰ μίαν σαββάτων ἕκαστος ὑμῶν παρ᾿ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ,τι ἂν εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε λογίαι γίνωνται. 3 ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε, δι᾿ ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἱερουσαλήμ.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ζ΄ 1-10
1 Ἐπεὶ δὲ ἐπλήρωσε πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καπερναούμ. 2 Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλε τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος. 3 ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ ἀπέστειλε πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. 4 οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντες ὅτι ἄξιός ἐστιν ᾧ παρέξει τοῦτο. 5 ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν. 6 ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψε πρὸς αὐτὸν ὁ ἑκατόνταρχος φίλους λέγων αὐτῷ· Κύριε, μὴ σκύλλου· οὐ γάρ εἰμι ἱκανὸς ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς· 7 διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρός σε ἐλθεῖν· ἀλλ᾿ εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. 8 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ. 9 ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπε· λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. 10 καὶ ὑποστρέψαντες οἱ πεμφθέντες εἰς τὸν οἶκον εὗρον τὸν ἀσθενοῦντα δοῦλον ὑγιαίνοντα.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΙ ΑΛΕΞΑΝΔΡΟΣ, ΗΡΑΚΛΕΙΟΣ, ΑΝΝΑ, ΕΛΙΣΑΒΕΤ, ΘΕΟΔΟΤΗ ΚΑΙ ΓΛΥΚΕΡΙΑ
Στίς 22 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τῶν ἁγίων μαρτύρων Ἀλεξάνδρου ἐπισκόπου, Ἡρακλείου, Θεοδότης, Γλυκερίας, Ἄννης καί Ἐλισάβετ. Ὁ ἅγιος Ἀλέξανδρος ἦταν ἐπίσκοπος καί χάρις στήν διδασκαλία του πολλοί εἰδωλολάτρες βαπτίζονταν χριστιανοί, γι’ αὐτό καί τόν κάλεσε ὁ ἡγεμόνας νά ἀπόλογηθεῖ καί νά θυσιάσει στά εἴδωλα. Ὁ ἅγιος δέν δέχθηκε νά θυσιάσει, ὅπως προσπαθοῦσαν νά τόν ἀναγκάσουν, γι’ αὐτό ὑπέστη πολλές τιμωρίες καί βασανιστήρια. Βλέποντας τήν γενναιότητα καί τήν ὑπομονή του, ὁ στρατιώτης Ἡράκλειος πίστεψε στόν Χριστό καί μετά ἀπό σκληρά βασανιστήρια, ἀποκεφαλίσθηκε. Ὁ ἅγιος Ἀλέξανδρος ἔμεινε θαυματουργικῶς ἀβλαβής ἀπό τά βασανιστήρια· χάρις σέ αὐτό τό γεγονός πίστεψαν καί οἱ Θεοδότη, Γλυκερία, Ἄννα καί Ἐλισάβετ, οἱ ὁποῖες ὁμολογῶντας μέ παρρησία τήν πίστη τους ἀποκεφαλίσθηκαν. Τελευταῖος ἀπό ὅλους μαρτύρησε ὁ ἅγιος Ἀλέξανδρος μέ θανάσιμο χτύπημα ἀπό μαχαίρι.