Σάββατο 10 Απριλίου 2021

ΑΓΙΟΙ ΤΕΡΕΝΤΙΟΣ, ΑΦΡΙΚΑΝΟΣ, ΜΑΞΙΜΟΣ, ΠΟΜΠΙΟΣ ΚΑΙ ΑΛΛΟΙ ΤΡΙΑΝΤΑ ΕΞ

 10 Ἀπριλίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἑβρ. ς΄ 9-12

     9 Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοί, τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦμεν. 10 οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν καὶ τοῦ κόπου τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες. 11 ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους, 12 ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. ζ΄ 31-37

     31 Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος ἦλθε πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. 32 καὶ φέρουσιν αὐτῷ κωφὸν μογιλάλον καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. 33 καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾿ ἰδίαν ἔβαλε τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ, 34 καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξε καὶ λέγει αὐτῷ· ἐφφαθά, ὅ ἐστι διανοίχθητι. 35 καὶ εὐθέως διηνοίχθησαν αὐτοῦ αἱ ἀκοαὶ καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς 36 καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ εἴπωσιν· ὅσον δὲ αὐτὸς αὐτοῖς διεστέλλετο, μᾶλλον περισσότερον ἐκήρυσσον. 37 καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες· καλῶς πάντα πεποίηκε· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν καὶ τοὺς ἀλάλους λαλεῖν.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΙ ΤΕΡΕΝΤΙΟΣ, ΑΦΡΙΚΑΝΟΣ, ΜΑΞΙΜΟΣ, ΠΟΜΠΙΟΣ ΚΑΙ ΑΛΛΟΙ ΤΡΙΑΝΤΑ ΕΞ

     Στὶς 10 Ἀπριλίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ μάρτυρος Τερεντίου καὶ τῶν μετ᾽ αὐτοῦ, οἱ ὁποῖοι κατάγονταν ἀπὸ τὴν Ἀφρικὴ καὶ ἔζησαν τὸν 3ο αἰώνα. Ὅταν ὁ βασιλιὰς Δέκιος ὑπέγραψε διάταγμα μὲ τὸ ὁποῖο ὁριζόταν ὅτι οἱ χριστιανοὶ πρέπει νὰ ἀρνηθοῦν τὴν πίστη τους, διαφορετικὰ θὰ διώκονται, οἱ Ἅγιοι ἀντέδρασαν δυναμικά. Ὁ Συναξαριστὴς σημειώνει: «Οἱ Ἅγιοι οὗτοι Μάρτυρες, ὄντες τὸν ἀριθμὸν τεσσαράκοντα, βλέποντες πολλοὺς Χριστιανοὺς ἐξαπατωμένους καὶ παραδιδομένους αὐθορμὴτως εἰς τὴν πλάνην τῶν εἰδώλων, συνεφώνησαν μεταξύ των νὰ ἀντισταθῶσι κατὰ τῶν εἰδωλολατρῶν καὶ νὰ προβάλωσι τὴν ἀνδρείαν τῆς ψυχῆς καὶ τοῦ σώματος αὐτῶν διὰ τὴν πίστιν καὶ τὴν ἀγάπην τοῦ Χριστοῦ». Οἱ γενναῖοι μάρτυρες μιλοῦσαν γιὰ τὴν πλάνη τῶν εἰδώλων καὶ προκαλοῦσαν τὴν ὀργὴ τῶν εἰδωλολατρῶν, οἱ ὁποῖοι τελικὰ τοὺς ὁδήγησαν στὴ φυλακή, τοὺς βασάνισαν μὲ πολλοὺς τρόπους καὶ τοὺς ἀποκεφάλισαν.

Τὸ ἀπολυτίκιο τῶν Ἁγίων ἀναφέρει:
«Στρατὸς θεοσύλλεκτος, πανευκλεῶν Ἀθλητῶν, στερρεότητι πίστεως, ἐξ Ἀφρικῆς συνδραμών, γενναίως ἠγώνισται· σύμφρονες γὰρ τῇ γνώμῃ καὶ τοῖς τρόποις ὀφθέντες, σύναθλοι τοῖς ἀγῶσιν, ἀνεδείχθησαν πάντες. Καὶ νῦν καθικετεύουσι, σῴζεσθαι ἅπαντας».
Πρωτ. Δ.Δ.Τ.