23 Ἰανουαρίου
ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Β’ Κορ. α΄ 21 – β΄ 4
21 Ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς Θεός, 22 ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀῤῥαβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν. 23 Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον. 24 οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν· τῇ γὰρ πίστει ἑστήκατε.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. κβ’ 2-14
2 Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ. 3 καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. 4 πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· εἴπατε τοῖς κεκλημένοις· ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. 5 οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὁ μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὁ δὲ εἰς τὴν ἐμπορίαν αὐτοῦ· 6 οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν. 7 ἀκούσας δὲ ὁ βασιλεὺς ἐκεῖνος ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσε τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε. 8 τότε λέγει τοῖς δούλοις αὐτοῦ· ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι· 9 πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους, 10 καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ὅσους εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων. 11 εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου, 12 καὶ λέγει αὐτῷ· ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη. 13 τότε εἶπεν ὁ βασιλεὺς τοῖς διακόνοις· δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἄρατε αὐτὸν καὶ ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 14 πολλοὶ γάρ εἰσι κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΙΕΡΟΜΑΡΤΥΣ ΚΛΗΜΗΣ ΕΠΙΣΚΟΠΟΣ ΑΓΚΥΡΑΣ
ΚΑΙ Ο ΜΑΡΤΥΣ ΑΓΑΘΑΓΓΕΛΟΣ
Στίς 23 Ἰανουαρίου ἡ Ἐκκλησία μας τιμᾶ
τὴ μνήμη τοῦ ἱερομάρτυρος Κλήμεντος, ὁ ὁποῖος καταγόταν ἀπὸ τὴν Ἄγκυρα
τῆς Γαλατίας (Μικρὰ Ἀσία) καὶ ἔζησε τὸν 3ο αἰώνα. Ὁ πατέρας του ἦταν
εἰδωλολάτρης, πέθανε ὅμως ἐνωρὶς καὶ ἡ ἀνατροφή τοῦ δόθηκε ἀπὸ τὴ μητέρα
του Σοφία, ἡ ὁποία ἦταν χριστιανή.
Ὁ Συναξαριστὴς μᾶς πληροφορεῖ: «Ὅταν ἐμεγάλωσεν, ἡ παιδεία του, ἡ
φιλανθρωπία του καὶ αἱ ἄλλαι φημισμέναι ἀρεταί του τὸν ἀνέδειξαν
ἐπίσκοπον τῆς πατρίδος του Ἀγκύρας». Συνέχισε τὸ ἔργο του μὲ περισσότερο
ζῆλο, φροντίζοντας ἰδιαίτερα γιὰ τοὺς φτωχούς, τοὺς πάσχοντες καὶ τὰ
ἐγκαταλειμμένα παιδιά.
Ὁ Κλήμης μαρτύρησε ἐπὶ Διοκλητιανοῦ. Ὁ Ἀγαθάγγελος, καταγόταν ἀπὸ τὴ
Ρώμη. Ἕγινε χριστιανὸς ἀπὸ τὸν ἅγιο Κλήμη, τὸν ὁποῖο καὶ ἀκολούθησε.
Εἶχε καὶ αὐτὸς μαρτυρικὸ τέλος.
Τὸ ἀπολυτίκιο τοῦ Ἁγίου Κλήμεντος ἀναφέρει:
«Κλῆμα ὁσιότητος, καὶ στέλεχος ἀθλήσεως, ἄνθος ἱερώτατον καὶ καρπὸς ὡς
θεόσδοτος, τοῖς πιστοῖς πανίερε, ἡδύτατος ἐβλάστησας. Ἀλλ᾽ ὡς Μαρτύρων
σύναθλος, καὶ Ἱεραρχῶν σύνθρονος, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς
ψυχὰς ἡμῶν».