Παρασκευή 29 Σεπτεμβρίου 2023

Περί τοῦ Τιμίου Σταυροῦ – 2ον

Ἁγίου Νεκταρίου Πενταπόλεως

2ον.-Τελευταῖον

Καὶ τέλος ὁ πολὺς καὶ θεολογικώτατος, Ἰωάννης ὁ Δαμασκηνὸς λέγει περὶ τοῦ τιμίου Σταυροῦ τὰ ἑξῆς σπουδαιότατα:

«Ὁ λόγος ὁ τοῦ Σταυροῦ, τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί. Τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις Θεοῦ ἐστι1… Πᾶσα μὲν πρᾶξις καὶ θαυματουργία τοῦ Χριστοῦ μεγίστη καὶ θεία καὶ θαυμαστή· ἀλλὰ πάντων ἐστι θαυμαστότερον, ὁ τίμιος αὐτοῦ Σταυρός· οὐδενὸς γὰρ ἑτέρου ὁ θάνατος κατήργηται, ἡ τοῦ προπάτορος ἁμαρτία λέλυται, ὁ ᾅδης ἐσκύλευται, ἡ Ἀνάστασις  δεδώρηται, δύναμις ἡμῖν τοῦ καταφρονεῖν τοῦ παρόντος καὶ αὐτοῦ τοῦ θανάτου δέδοται. Ἡ πρὸς τὴν ἀρχαίαν μακαριότητα ἐπάνοδος κατώρθωται, πύλαι παραδείσου ἠνοίχθησαν, ἡ φύσις ἡμῶν ἐκ δεξιῶν τοῦ Πατρὸς κεκάθηκε, τέκνα Θεοῦ καὶ κληρονόμοι γεγόναμεν, εἰμὴ διὰ τοῦ Σταυροῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· διὰ Σταυροῦ πάντα ταῦτα κατώρθωται. «Ὅσοι γὰρ ἐβαπτίσθημεν εἰς Χριστόν, φησὶν ὁ Ἀπόστολος, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν2», «ὅσοι δὲ εἰς Χριστὸν ἐβαπτίσθημεν Χριστὸν ἐνεδυσάμεθα»3· Χριστὸς δὲ ἔστι Θεοῦ δύναμις καὶ Θεοῦ σοφία· Ἰδοὺ ὁ θάνατος τοῦ Χριστοῦ, ἤτοι ὁ Σταυρὸς τὴν ἐνυπόστατον τοῦ Θεοῦ σοφίαν καὶ δύναμιν ἡμᾶς περιέβαλε· δύναμις δὲ Θεοῦ ἐστιν ὁ λόγος ὁ τοῦ Σταυροῦ, ἢ ὅτι τὸ δυνατὸν τοῦ Θεοῦ, ἤτοι ἡ κατὰ τοῦ θανάτου νίκη δι’ αὐτοῦ ἡμῖν πεφανέρωται, ἢ ὅτι, ὥσπερ τὰ τέσσαρα ἄκρα τοῦ Σταυροῦ διὰ τοῦ μέσου κέντρου κρατοῦνται καὶ συσφίγγονται οὕτω διὰ τῆς τοῦ Θεοῦ δυνάμεως, τό τε ὕφος καὶ τὸ βάθος, μῆκός τε καὶ πλάτος, ἤτοι πᾶσα ὁρατή τε καὶ ἀόρατος κτίσις, συνέχεται.

«Οὗτος ἡμῖν σημεῖον δέδοται ἐπὶ τοῦ μετώπου ὅν τρόπον τῷ Ἰσραὴλ ἡ περιτομή· δι’ αὐτοῦ γὰρ οἱ πιστοὶ τῶν ἀπίστων ἀποδιϊστάμεθα καὶ γνωριζόμεθα. Οὗτος θυρεὸς καὶ ὅπλον καὶ τρόπαιον κατὰ τοῦ διαβόλου, οὗτος σφραγίς, ἵνα μὴ θίγῃ ἡμῶν ὁ ὀλεθρεύων, ὡς ἡ Γραφὴ φησὶν οὗτος τῶν κειμένων ἀνάστασις, τῶν ἐστώτων στήριγμα, ἀσθενῶν βακτηρία, ποιμαινομένων ράβδος, ἐπιστρεφόντων χειραγωγία, προκοπτόντων τελείωσις, ψυγῆς σωτηρία καὶ σώματος, πάντων τῶν κακῶν ἀποτρόπαιον, πάντων τῶν ἀγαθῶν πρόξενος, ἁμαρτίας ἀναίρεσις, φυτὸν ἀναστάσεως, ξύλον τῆς ζωῆς αἰωνίου.

Αὐτὸ μὲν οὖν τὸ Τίμιον Ξύλον ὡς ἀληθῶς καὶ σεβάσμιον, ἐν ᾧ ἑαυτὸν εἰς θυσίαν ὑπὲρ ἡμῶν Χριστὸς προσενήνοχεν, ὡς ἁγιασθὲν τῇ ἁφῇ τοῦ ἁγίου σώματος, καὶ αἵματος, εἰκότως προσκυνητέον, τοὺς ἥλους, τὴν λόγχην, τὰ ἐνδύματα, καὶ τὰ ἱερὰ αὐτοῦ σκηνώματα· ἅτινά εἰσιν ἡ φάτνη, τὸ σπήλαιον, ὁ Γολγοθᾶς, ὁ Σταυρός, ὁ ζωοποιὸς τάφος, ἡ Σιὼν τῶν ἐκκλησιῶν ἡ Ἀκρόπολις καὶ τὰ ὅμοια ὡς φησὶν ὁ Θεοπάτωρ Δαβίδ· «εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ».4 Ὅτι δὲ τὸν Σταυρὸν λέγει, δηλοῖ τὸ ἑπόμενον, «ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν Σου»5· ἕπεται γὰρ τῷ Σταυρῷ ἡ ἀνάστασις· εἰ γὰρ τῶν ἐρωμένων ποθητὸν οἶκος, καὶ κλίνη καὶ περιβόλαιον, πόσον μᾶλλον τὰ τοῦ Θεοῦ καὶ Σωτῆρος δι’ ὧν καὶ σεσώμεθα;

«Προσκυνοῦμεν δὲ καὶ τὸν τύπον τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ εἰ καὶ ἐξ ἑτέρας ὕλης γένοιται, οὐ τὴν ὕλην τιμῶντες, μὴ γένοιτο, ἀλλὰ τὸν τύπον ὡς Χριστοῦ σύμβολον· ἔφη γὰρ τοῖς ἑαυτοῦ μαθηταῖς διατιθέμενος, «τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ»6, τὸν Σταυρὸν λέγων· διὸ καὶ ταῖς γυναιξὶν ἔλεγεν ὁ τῆς ἀναστάσεως ἄγγελος. «Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον»7 καὶ ὁ Ἀπόστολος, «ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον»8· πολλοὶ μὲν Χριστοὶ καὶ Ἰησοῖ, ἀλλὰ εἷς ὁ ἐσταυρωμένος· οὐκ εἶπε λελογχευμένον, ἀλλ’ ἐσταυρωμένον.

«Προσκυνητέον τοίνυν τὸ σημεῖον τοῦ Σταυροῦ· ἔνθα γὰρ ἂν ἦ τὸ σημεῖον, ἐκεῖ καὶ αὐτὸς ἔσται, τὴν δὲ ὕλην ἐξ ἧς ὁ τύπος τοῦ Σταυροῦ συν­ίσταται εἰ καὶ χρυσός, ἢ λίθοι εἶεν τίμιοι, μετὰ τὴν τοῦ τύπου, εἰ τύχοι, διάλυσιν, οὐ προσκυνητέον.

Πάντα τοίνυν τὰ Θεῷ ἀνακείμενα προσκυνοῦ­μεν, αὐτῷ τὸ σέβας προσάγοντες.

«Τοῦτον τὸν τίμιον Σταυρὸν προετύπωσε τὸ ξύλον τῆς ζωῆς9, τὸ ἐν τῷ Παραδείσῳ ὑπὸ Θεοῦ πεφυτευμένον· ἐπειδὴ γὰρ διὰ τοῦ ξύλου ὁ θάνατος, ἔδει διὰ ξύλου δωρηθῆναι τὴν ζωὴν καὶ τὴν ἀνάστασιν· Ἰακὼβ προσκυνήσας τὸ ἄκρον τῆς ράβδου, ἐνηλλαγμέναις ταῖς χερσὶ τοὺς υἱοὺς Ἰωσὴφ εὐλογήσας, καὶ τὸ σημεῖον τοῦ Σταυροῦ διαγράφει σαφέστατα10· ράβδος Μωσαϊκή, σταυροτύπως τὴν θάλασσαν πλήξασα καὶ σώσασα μὲν τὸν Ἰσραήλ, Φαραὼ δὲ βυθίσασα11· χεῖρες σταυροειδῶς ἐκτεινόμεναι καὶ τὸν Ἀμαλὴκ τροπούμεναι12· ξύλῳ πικρὸν ὕδωρ γλυκαινόμενον13, καὶ πέτρα ρηγνυμένη καὶ προχέουσα νάματα14· ράβδος τῷ Ἀαρὼν τὸ τῆς ἱεραρχίας ἀξίωμα χρηματίζει15· ὄφις ἐπὶ ξύλου θριαμβευόμενος, ὡς νενέκρωται ἐπὶ τὸν ξύλον, τοὺς νεκρὸν ὁρῶντας τὸν ἐχθρὸν διασώζειται τοὺς πιστεύοντας16, οὕτως Χριστὸς ἐν σαρκὶ ἁμαρτίαν οὐκ εἰδυίᾳ ἁμαρτίας προσήλωσεν. Μωσὴς ὁ μέγας, «ὄψεσθε, βοῶν, τὴν ζωὴν ὑμῶν ἐπὶ ξύλου κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν»17. Τὸν τίμιον τοῦ Κυρίου Σταυρὸν νοεῖ.

Ἡσαΐας, «ὅλην τὴν ἡμέραν, λέγει, διεπέτασα τὰς χεῖρας μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα»18. Οἱ τοῦτο προσκυνοῦντες, τῆς μερίδος τύχοιμεν Χριστοῦ τοῦ Ἐσταυρωμένου· Ἀμήν· (Ἰωάννου Δαμασκηνοῦ, ἔκδοσις Ὀρθοδόξου πίστεως § πη΄)19.

Σημειώσεις:

1. Α΄ Κορ. 1, 18. 2. Ρωμ. 6, 3. 3. Γαλ. 3, 27. 4. Ψαλμ. 131, 7. 5. Ψαλμ. 131, 8. 6. Ματθ. 24, 30. 7. Μᾶρκ. 16, 6. 8. Α΄ Κορ. 1, 23. 9. Γέν. 2, 9. 10. Γέν. 47, 31 ἑξ. 11. Ἔξ. 14, 16 ἑξ. 12. Ἔξ. 17, 11. 13. Ἔξ. 15, 24. 14. Ἔξ. 17, 6. 15. Ἀρ. 20, 8. 16. Ἀρ. 21, 8. 17. Δευτ. 28, 66. 18. Ἡσ. 65, 2. 19. Τὴν «Ἱστορικὴ Μελέτη περὶ τοῦ Τιμίου Σταυροῦ, ἐξεπόνησε ὁ Ἅγιος Νεκτάριος Πενταπόλεως, κατόπιν αἰτήματος τοῦ τότε Μητροπολίτου Ἀθηνῶν καὶ Προέδρου τῆς Ἱερᾶς Συνόδου, κυροῦ Θεοκλήτου, πρὸς ἀνασκευὴν τῶν ἐσφαλμένων γνωμῶν καὶ δοξασιῶν ἀνθρώπων πεπλανημένων ἐχόντων φρόνημα καὶ ἄγνοιαν τελείαν τῆς ἱστορικῆς τοῦ Τιμίου Σταυροῦ ἐμφανίσεως κ.λπ., ὡς γράφει «Τοῖς ἐντευξομένοις». Κατ’ ἀρχὴν τὴν ἐδημοσίευσε στὸν «Ἱερὸν Σύνδεσμόν» (1 Αὐγούστου 1906, φ. 30, σ. 6 – 15 Μαΐου 1907, φ. 49, δ. 12) καί, ἀφοῦ προσέθεσε Λόγον περὶ Σταυροῦ «ἐκ τῶν Ὁμιλιῶν τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου, Ἀρχιεπισκόπου Θεσσολονίκης, τοῦ Παλαμᾶ, τὴν ἐξέδωσε αὐτοτελῶς, ἐν Ἀθήναις 1914 (Βλ. σύγχρονη ἔκδοση ὑπὸ Νεκταρίου Παναγοπούλου).

Πρέπει νὰ σημειωθῆ, ὅτι, πρὸς ἀνασκευὴ ὅλων τῶν ἐσφαλμένων, προτεσταντικῶν δοξασιῶν, ἐκτὸς τῆς ἀνωτέρω, ἐξεπόνησε καὶ τὶς ἑξῆς θεολογικὲς Μελέτες: Α. Περὶ Ἐκκλησίας. Β. Περὶ Ἱερᾶς Παραδόσεως. Γ. Περὶ θείων Μυστηρίων. Δ. Περὶ τῆς Μητρὸς τοῦ Κυρίου. Ε. Περὶ τῶν Ἁγίων τοῦ Θεοῦ. ΣΤ. Περὶ τῶν ἁγίων εἰκόνων. Ζ. Περὶ τῶν ἁγίων Λειψάνων. Η. Περὶ τῶν ἱερῶν Μνημοσύνων. Θ. Περὶ κηροῦ μελίσσσης καὶ ἐλαίου ὡς προσφορᾶς καὶ περὶ θυμιάματος, Ι. Περὶ νηστειῶν. ΙΑ. Περὶ τῆς ἀφιερώσεως τῷ Θεῷ Ὁσίων παρθένων καὶ περὶ Μονῶν καὶ μοναχικοῦ βίου.