Σάββατο 31 Δεκεμβρίου 2022

ΟΣΙΑ ΜΕΛΑΝΗ

31 Δεκεμβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Τιμ. γ΄ 13 – δ΄ 5

   13 Οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται καὶ πολλὴν παῤῥησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ. 14 Ταῦτά σοι γράφω ἐλπίζων ἐλθεῖν πρός σε τάχιον· 15 ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας. 16 καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· Θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν Πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ.

  δ΄ 1 Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων, 2 ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, 3 κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. 4 ὅτι πᾶν κτίσμα Θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον· 5 ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. γ΄ 1-6

   1 Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας 2 καὶ λέγων· μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. 3 οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς ὑπὸ Ἡσαΐου τοῦ προφήτου λέγοντος· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. 4 Αὐτὸς δὲ ὁ Ἰωάννης εἶχε τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, ἡ δὲ τροφὴ αὐτοῦ ἦν ἀκρίδες καὶ μέλι ἄγριον. 5 Τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου, 6 καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ὑπ᾿ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΟΣΙΑ ΜΕΛΑΝΗ

     Στίς 31 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τῆς Ὁσίας Μελάνης, ἡ ὁποία καταγόταν ἀπὸ τὴ Ρώμη καὶ ἔζησε στα τέλη τοῦ 4ου αἰώνα καὶ ἀρχὲς τοῦ 5ου. Ἀκολούθησε τὸν ἔγγαμο βίο καὶ ἔγινε μητέρα δύο τέκνων. «Ἀλλ᾽ ὁ οἰκογενειακός της βίος διέρρευσε θλιβερὸς καὶ πικρός. Τὴν μητρικήν της καρδίαν ἐσπάραξεν ὁ θάνατος καὶ τῶν δύο τέκνων της. Ἔχασεν ὕστερον καὶ τὸν σύζυγόν της· διὰ νὰ γεμίσῃ δὲ τὸ ποτήριον τῆς δοκιμασίας καὶ τῆς λύπης, ὁ τάφος ἀπέκρυψε καὶ τοὺς γονεῖς της». Μετὰ ἀπὸ αὐτὰ τὰ θλιβερὰ συμβάντα ἡ Μελάνη ἀποσύρθηκε σὲ ἐρημικὸ μέρος, ἔξω ἀπὸ τὴν πόλη καὶ ἐπιδόθηκε σὲ καθαρῶς πνευματικὰ ἔργα, ἀναπτύσσοντας καὶ σπουδαῖο φιλανθρωπικὸ ἔργο σὲ διάφορες περιοχές. Παρέδωσε τὴν ψυχή της στὸ Θεὸ ἐν μετανοίᾳ καὶ ἀγάπῃ, ἀφήνοντας φωτεινὸ παράδειγμα στοὺς νεώτερους.
Πρωτ. Δ.Δ.Τ.

 

Ἀπολυτίκιον

Ἦχος δ΄. Ταχύ προκατάλαβε.

   Ὁσίως ἀνύσασα, τῶν ἀρετῶν τήν ὁδόν, τῷ Λόγῳ νενύμφευσαι ὦ Ἀνυσία σεμνή, καί χαίρουσα ἤθλησας· αἴγλη δέ ἀπαθείας, λαμπρυνθεῖσα Μελάνη, ἤστραψας ἐν τῷ κόσμῳ, ἀρετῶν λαμπηδόνας. Και νῦν ἡμῖν ἱλεοῦσθε, Χριστόν τόν Κύριον.

Μεγαλυνάριον

Τρόποις ἀνυσίμοις πρός ἀρετήν μάρτυς Ἀνυσία, διαρρύθμισον νῦν ἡμᾶς· ζοφεροῦ ἐχθροῦ δέ, ἐκλύτρωσαι Μελάνη, τούς πόθῳ ἀφορῶντας τῇ ἐπιλάμψει σου.