Παρασκευή 23 Δεκεμβρίου 2022

ΟΙ ΑΓΙΟΙ ΔΕΚΑ ΜΑΡΤΥΡΕΣ ΟΙ ΕΝ ΚΡΗΤῌ

23 Δεκεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἑβρ. ι΄ 19-31

  19 Ἔχοντες οὖν, ἀδελφοί, παῤῥησίαν εἰς τὴν εἴσοδον τῶν Ἁγίων ἐν τῷ αἵματι τοῦ Ἰησοῦ, 20 ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τοῦτ᾿ ἔστι τῆς σαρκὸς αὐτοῦ, 21 καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ, 22 προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως ἐῤῥαντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς, 23 καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ· πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος· 24 καὶ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων, 25 μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισίν, ἀλλὰ παρακαλοῦντες, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν. 26 Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ἀπολείπεται θυσία, 27 φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. 28 ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνήσκει· 29 πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ Θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ Πνεῦμα τῆς χάριτος ἐνυβρίσας; 30 οἴδαμεν γὰρ τὸν εἰπόντα· ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος· καὶ πάλιν· Κύριος κρινεῖ τὸν λαὸν αὐτοῦ. 31 φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. β΄ 13-23

  13 Ἀναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος Κυρίου φαίνεται κατ᾿ ὄναρ τῷ Ἰωσὴφ λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό. 14 Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον,15 καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. 16 Τότε Ἡρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων. 17 τότε ἐπληρώθη τὸ ῥηθὲν ὑπὸ Ἱερεμίου τοῦ προφήτου λέγοντος· 18 Φωνὴ ἐν Ῥαμᾷ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν. 19 Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ 20 λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν Ἰσραήλ· τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου. 21 ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν εἰς γῆν Ἰσραήλ. 22 ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ τῆς Ἰουδαίας ἀντὶ Ἡρῴδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ᾿ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, 23 καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΟΙ ΑΓΙΟΙ ΔΕΚΑ ΜΑΡΤΥΡΕΣ ΟΙ ΕΝ ΚΡΗΤῌ

     Στίς 23 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῶν ἁγίων δέκα μαρτύρων τῶν ἐν Κρήτῃ μαρτυρησάντων. Οἱ ἅγιοι δέκα μάρτυρες ἔζησαν στούς χρόνους τοῦ ρωμαίου αὐτοκράτορα Δεκίου καί κατάγονταν ἀπό διάφορες πόλεις καί χωριά τῆς νήσου Κρήτης. Λόγω ὅμως τῆς πίστης τους στόν Χριστό παραδόθηκαν ἀπό τούς ἕλληνες στόν εἰδωλολάτρη ἄρχοντα τῆς Κρήτης. Αὐτός διέταξε τόν δήμιο νά τούς περιφέρη στούς βωμούς καί στά εἴδωλα μέ σκοπό νά προσφέρουν θυσία στά ἄψυχα ξόανα εἰδάλλως νά τούς τιμωρῆ μέ διαφόρους τρόπους. Ἔτσι οἱ ἅγιοι μάρτυρες περιφέρονταν γιά τριάντα μέρες ἀπό τόπο σέ τόπο τῆς νήσου ἐμπαιζόμενοι, δερνόμενοι, διωκόμενοι, λιθοβολούμενοι ἀπό τούς εἰδωλολάτρες, ὅμως μένοντας πάντα στέρεοι στήν πίστη τους. Στό τέλος τούς ὁδήγησαν καί πάλι στόν ἄρχοντα, ὁ ὁποῖος βλέποντας τό γενναῖο φρόνημά τους καί ὅτι ἦταν μάταιο νά τούς προστάζη νά θυσιάσουν, ἀφοῦ διέταξε νά τούς βασανίσουν μέ τούς πιό σκληρούς καί ἀπάνθρωπους τρόπους στό τέλος τούς ἀποκεφάλισαν. Καί ἔτσι οἱ ἀοίδιμοι δέκα μάρτυρες ἔλαβαν τόν στέφανο τοῦ μαρτυρίου καί ἀξιώθηκαν καί τῆς ἐπουρανίου βασιλείας.

Ἀπολυτίκιον

Ἦχος γ’. Τήν ὠραιότητα.

Κρήτης τά εὔοσμα ἄνθη τιμήσωμεν, τά διαπνέοντα, ὀσμήν τήν ἔνθεον, Θεόδουλον καί Ζωτικόν, Γελάσιον, Σατορνίνον, Εὔπορον Εὐάρεστον, Ἀγαθόποδα Πόμπιον, Εὐνικιανόν ὁμοῦ, Βασιλειάδην τε ἔνδοξον, βοῶντες πρός αὐτούς ὁμοφρόνως, χαῖρε Δεκάς ἡ τῶν μαρτύρων.

Μεγαλυνάριον

Ὅμιλος θεόλεκτος καί σεπτός, πίστει συνημμένοι, καί ἀγάπῃ εἰλικρινεῖ, ὤφθησαν ἐν Κρήτῃ, οἱ Δέκα Ἀθληφόροι, ἐχθρῶν τά μυριάδας καταπαλαίσαντες.