ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Τιτ. α΄ 5-14
5 Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην, 6 εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστά, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα. 7 δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς Θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, 8 ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ, 9 ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν. 10 Εἰσὶ γὰρ πολλοὶ καὶ ἀνυπότακτοι, ματαιολόγοι καὶ φρεναπάται, μάλιστα οἱ ἐκ περιτομῆς, 11 οὓς δεῖ ἐπιστομίζειν, οἵτινες ὅλους οἴκους ἀνατρέπουσι διδάσκοντες ἃ μὴ δεῖ αἰσχροῦ κέρδους χάριν. 12 εἶπέ τις ἐξ αὐτῶν ἴδιος αὐτῶν προφήτης· Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί. 13 ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής. Δι᾿ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει, 14 μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μρ. ι΄ 17-28
17 Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν· διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω; 18 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. 19 τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, μὴ ἀποστερήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. 20 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· διδάσκαλε ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. 21 ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ· ἕν σε ὑστερεῖ· εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, ὅσα ἔχεις πώλησον καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι, ἄρας τὸν σταυρόν σου. 22 ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά. 23 καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελεύσονται! 24 οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς· τέκνα, πῶς δύσκολόν ἐστι τοὺς πεποιθότας ἐπὶ χρήμασιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν· 25 εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 26 οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς ἑαυτούς· καὶ τίς δύναται σωθῆναι; 27 ἐμβλέψας αὐτοῖς ὁ Ἰησοῦς λέγει· παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλ᾿ οὐ παρὰ Θεῷ· πάντα γὰρ δυνατά ἐστι παρὰ τῷ Θεῷ.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Η ΑΓΙΑ ΜΕΓΑΛΟΜΑΡΤΥΣ ΑΝΑΣΤΑΣΙΑ Η ΦΑΡΜΑΚΟΛΥΤΡΙΑ
Στίς 22 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Ἀναστασίας τῆς Φαρμακολυτρίας. Ἡ ἁγία Ἀναστασία ἔζησε στούς χρόνους τοῦ ρωμαίου αὐτοκράτορα Διοκλητιανοῦ καί καταγόταν ἀπό τήν Ρώμη. Ὁ πατέρας της ὀνομαζόταν Πρεξεστάτος καί ἦταν ἐθνικός. Ἡ μητέρα της Φαύστη, ἐπειδή εἶχε φόβο στόν Θεό, ἀνέθεσε σέ κάποιο θεοσεβῆ χριστιανό, πού ὀνομαζόταν Χρυσογόνος, νά τῆς διδάξη τά ἱερά γράμματα καί τήν πίστη στόν Χριστό. Ὅταν ἔφθασε σέ κατάλληλη ἡλικία τήν συνέζευξαν μέ τόν ἐθνικό Πούπλιο, τόν ὁποῖο ὅμως ἀποστρεφόταν λόγω τῆς ἀπιστίας του. Ἡ ἁγία Ἀναστασία εἶχε ὡς διακόνημα νά ἐπισκέπτεται καί νά φροντίζη τούς ἀσθενεῖς μάρτυρες χριστιανούς πού βρίσκονταν στίς φυλακές, συνοδευόμενη ἀπό μία ὑπηρέτρια καί νά συναναστρέφεται μέ πτωχές καί ἁπλές γυναῖκες. Ὅταν ὁ Πούπλιος ἔμαθε γιά τήν προσωπική της ζωή τήν συνέλαβε καί τήν φυλάκισε. Ἐπειδή ὅμως αὐτός πνίγηκε σέ μία σφοδρή θαλασσοταραχή, ἡ ἁγία Ἀναστασία ἐλευθερώθηκε καί ἀφοῦ μοίρασε τήν περιουσία της στούς πτωχούς ἄρχισε νά ἐπισκέπτεται χωρίς κανένα φόβο τούς φυλακισμένους χριστιανούς, νά τούς φροντίζη, νά τούς ἐνταφιάζη μέ ὅλες τίς πρέπουσες τιμές καί μάλιστα πολλές φορές τούς παρακινοῦσε καί στό μαρτύριο. Γιά τόν λόγο αὐτό οἱ εἰδωλολάτρες ἡγεμόνες τήν συνέλαβαν καί τήν βασάνισαν. Τέλος τήν ἔδεσαν σέ ἕνα πάσσαλο καί ἀφοῦ ἄναψαν τριγύρω φωτιά ἡ ἀοίδιμος Ἀναστασία παρέδωσε τό πνεῦμα της στόν νυμφίο της Χριστό καί ἔτσι ἀξιώθηκε τῆς οὐρανίας μακαριότητος.
Ἀπολυτίκιον
Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.
Tῶν μαρτύρων ταῖς χρείαις διακονήσασα, μαρτυρικῶς ἐμιμήσω τὰς ἀριστείας αὐτῶν, δι’ ἀθλήσεως ἐχθρόν καταπαλαίσασα· ὅθεν βλαστάνεις δαψιλῶς χάριν ἄφθονον ἀεί, θέοφρον Ἀναστασία, τοῖς προσιοῦσιν ἐκ πόθου τῇ ἀρωγῇ τῆς προστασίας σου.
Μεγαλυνάριον
Φάρμακα προχέουσα μυστικά ψυχῶν καί σωμάτων θεραπεύεις πάθη δεινά, ὦ Ἀναστασία, τῇ θείᾳ ἐνεργείᾳ, διό τάς χάριτάς σου πάντες κηρύττομεν.