ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Β΄ Τιμ. γ΄ 16– δ΄ 4
16 Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ, 17 ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.
δ΄ 1 Διαμαρτύρομαι οὖν ἐγὼ ἐνώπιον τοῦ Θεοῦ καὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκροὺς κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ, 2 κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. 3 ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἐπιθυμίας τὰς ἰδίας ἑαυτοῖς ἐπισωρεύσουσι διδασκάλους κνηθόμενοι τὴν ἀκοήν, 4 καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μρ. ι΄ 2-12
2 Προσελθόντες οἱ Φαρισαῖοι ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν. 3 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· τί ὑμῖν ἐνετείλατο Μωϋσῆς; 4 οἱ δὲ εἶπον· ἐπέτρεψε Μωϋσῆς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι. 5 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην· 6 ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς ὁ Θεός· 7 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. 8 ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ μία σάρξ· 9 ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω· 10 καὶ εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν, καὶ λέγει αὐτοῖς· ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπ᾿ αὐτήν· 12 καὶ ἐὰν γυνὴ ἀπολύσασα τὸν ἄνδρα γαμηθῇ ἄλλῳ, μοιχᾶται.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΙΩΑΝΝΗΣ Ο ΡΑΠΤΗΣ
Στίς 20 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου νεομάρτυρος Ἰωάννου τοῦ ράπτου. Ὁ ἅγιος Ἰωάννης καταγόταν ἀπό τὸ χωριὸ Μαρίες τῆς Θάσου. Σέ ἡλικία δεκατεσσάρων χρόνων πῆγε στήν Κωνσταντινούπολη κοντά σέ ἕνα ράπτη, γιά νά μάθη τήν τέχνη τῆς ραπτικῆς. Κάποια ἡμέρα ὁ μάστοράς του τόν ἔστειλε σέ ἕνα Ἑβραῖο νά ἀγοράση ράμματα, ἐπειδή ὅμως ὁ Ἑβραῖος προσπάθησε νά τόν ἐξαπατήση, ἦλθαν σέ λογομαχία. Λόγῳ τοῦ ὅτι ἦταν ἡ ὥρα τῆς μεσημεριανῆς προσευχῆς καί ὁ Χότζας φώναζε ἀπό τόν μιναρέ, ὁ Ἑβραῖος βρῆκε τήν εὐκαιρία καί κατηγόρησε στούς Ἀγαρηνούς τόν Ἰωάννη ὅτι βρίζει τήν πίστη τους. Αὐτοί τόν ἔδειραν βάναυσα καί τόν ὁδήγησαν στόν Βεζύρη μέ τήν κατηγορία ὅτι ἔβρισε τήν θρησκεία τους, τό παιδί ὅμως ὁρκιζόταν ὅτι τόν συκοφάντησε ὁ Ἑβραῖος. Ὁ Βεζύρης, ἐπειδή λυπήθηκε τόν Ἰωάννη, τοῦ εἶπε ὅτι, ἐάν γίνει Τοῦρκος θά γλυτώσει τήν ζωή του καί θά τοῦ χαρίσει πολλά πλούτη. Ὁ Ἰωάννης ὅμως εἶπε μέ θάρρος «Δέν πρόκειται ποτέ νά ἀρνηθῶ τόν γλυκύτατό μου Ἰησοῦ Χριστό, ἀκόμη καί ἐάν μοῦ κάνετε χιλιάδες βασανιστήρια, ἀκόμη καί ἄν μοῦ χαρίσετε τό βασίλειό σας ὁλόκληρο». Ὁ Βεζύρης βλέποντας τό ἀμετάθετο τῆς γνώμης του διέταξε νά τόν ἀποκεφαλίσουν. Ὁ δήμιος, θέλοντας νά φοβίση τόν Ἰωάννη, κατέβαζε τό σπαθί του ἀργά, κόβοντας τόν λαιμό τοῦ μάρτυρος λίγο-λίγο· ὅταν τόν εἶδε ὅμως νά δέχεται τόν θάνατο μέ χαρά, κατέβασε μέ δύναμη τό σπαθί καί ἔκοψε τήν ἁγία κεφαλή τοῦ Ἰωάννη. Ἔτσι, ὁ μακάριος δοῦλος τοῦ Κυρίου, Ἰωάννης, στίς 20 Δεκεμβρίου τοῦ 1652 ἀξιώθηκε νά λάβη τόν στέφανο τοῦ μαρτυρίου καί νά γίνη πολίτης τῆς οὐρανίου βασιλείας.