ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἐφεσ. ς’ 18-24
18 Διὰ πάσης προσευχῆς καὶ δεήσεως, προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν Πνεύματι, καὶ εἰς αὐτὸ τοῦτο ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων, 19 καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου, ἐν παῤῥησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου, 20 ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παῤῥησιάσωμαι ὡς δεῖ με λαλῆσαι. 21 Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ᾿ ἐμέ, τί πράσσω, πάντα ὑμῖν γνωρίσει Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν Κυρίῳ, 22 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν. 23 Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ Θεοῦ πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. 24 Ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐν ἀφθαρσίᾳ· ἀμήν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. θ΄ 12-18
12 Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα εἶπον αὐτῷ· ἀπόλυσον τὸν ὄχλον, ἵνα πορευθέντες εἰς τὰς κύκλῳ κώμας καὶ τοὺς ἀγροὺς καταλύσωσι καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν. 13 εἶπε δὲ πρὸς αὐτούς· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. οἱ δὲ εἶπον· οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ πέντε ἄρτοι καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα· 14 ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. εἶπε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· κατακλίνατε αὐτοὺς κλισίας ἀνὰ πεντήκοντα. 15 καὶ ἐποίησαν οὕτω καὶ ἀνέκλιναν ἅπαντας. 16 λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς παραθεῖναι τῷ ὄχλῳ. 17 καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα. 18 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον καταμόνας, συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι;
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΟΙ ΑΓΙΟΙ ΝΑΖΑΡΙΟΣ, ΠΡΟΤΑΣΙΟΣ, ΓΕΡΒΑΣΙΟΣ ΚΑΙ ΚΕΛΣΙΟΣ
Στίς 14 Ὀκτωβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τῶν ἁγίων μαρτύρων Ναζαρίου, Προτασίου, Γερβασίου καί Κελσίου. Ἔζησαν κατά τούς χρόνους τοῦ Νέρωνος (57) καί διδάχθηκαν τήν χριστιανική πίστη ἀπό τόν πρωτοκορυφαῖο Ἀπόστολο Πέτρο. Ὁ ἅγιος Ναζάριος, ἠλικίας εἴκοσι ἐτῶν, περιόδευε στίς πόλεις τῆς Ἰταλίας γιά νά κηρύξει τόν Χριστό καί πολλοί πίστεψαν χάρις στό κήρυγμά του. Μετά ἀπό δέκα χρόνια συνάντησε στήν πόλη Πλακεντία, τόν Προτάσιο καί τόν Γερβάσιο, οἱ ὁποίοι ἦταν φυλακισμένοι λόγῳ τῆς χριστιανικῆς τους πίστης. Διώχθηκε ἀπό ἐκεῖνο τό μέρος καί πῆγε στήν Κίμελι, ὅπου βρῆκε τόν Κέλσιο, ἕνα παιδί τριῶν ἐτῶν καί τό πῆρε μαζί του. Ὅταν τό ἔμαθε ὁ ἄρχοντας Δινόβαος τόν συνέλαβε καί τόν φυλάκισε. Ἐλευθερώθηκε ἀπό τήν φυλακή καί συνέχισε νά κηρύττει τήν χριστιανική πίστη στίς πόλεις τοῦ Τιβερίου. Μέ διαταγή τοῦ Νέρωνα συνελήφθη καί πάλι καί βορά δόθηκε στά θηρία, τά ὁποία ὅμως δέν τόν πείραξαν. Ἐπέστρεψε στήν πόλη Πλακεντία, ὅπου βρῆκε στήν φυλακή τόν Γερβάσιο καί τόν Προτάσιο. Ἀπό ἐκεῖ τόν ἔστειλαν στή Ρώμη, ὅπου ἔγινε ἡ αἰτία νά σωθεῖ ὁ παππούς του. Ἐπιστρέφοντας στά Μεδιόλανα, ἀποκεφαλίσθηκε μαζί μέ τούς ἁγίους Γερβάσιο, Προτάσιο καί Κέλσιο.
Ἀπολυτίκιον
(Ἦχος δ΄. Ταχύ προκατάλαβε.)
Τετράριθμον σύνταγμα, τῶν Ἀθλητῶν τοῦ Χριστοῦ, Ναζάριον μέλψωμεν, σὺν Γερβασίῳ ὁμοῦ, Προτάσιον, Κέλσιον· οὗτοι γὰρ τὴν Τριάδα, ἀνεκήρυξαν πᾶσι, λύσαντες δι’ ἀγώνων, τῶν εἰδώλων τήν πλάνην. Αὐτῶν Χριστὲ ἱκεσίαις, πάντας ἐλέησον.
Μεγαλυνάριον
Φάλαγξ τῶν Μαρτύρων τετραμελής, τετράκρουνος βρύσις τῶν ναμάτων τῶν μυστικῶν, Ναζάριε Κελσίῳ, μετά τοῦ Προτασίου, καί Γερβασίου ἅμα κόσμῳ ἐδείχθητε.