Σάββατο 3 Σεπτεμβρίου 2022

Ο ΑΓΙΟΣ ΒΑΒΥΛΑΣ

4 Σεπτεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Κορ. ιε΄ 1-11

1 Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, 2 δι᾿ οὗ καὶ σῴζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε, ἐκτὸς εἰ μὴ εἰκῆ ἐπιστεύσατε. 3 παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς, 4 καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ τρίτη ἡμέρᾳ κατὰ τὰς γραφάς, 5 καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα· 6 ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμήθησαν· 7 ἔπειτα ὤφθη Ἰακώβῳ, εἶτα τοῖς ἀποστόλοις πᾶσιν· 8 ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί. 9 ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ Θεοῦ· 10 χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι· καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δέ, ἀλλ᾿ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. 11 εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ιθ΄ 16-26

16 Καὶ ἰδοὺ εἷς προσελθὼν εἶπεν αὐτῷ· διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον; 17 ὁ δὲ εἶπεν αὐτῷ· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωήν, τήρησον τὰς ἐντολάς. 18 λέγει αὐτῷ· ποίας; ὁ δὲ Ἰησοῦς εἶπε· τὸ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, 19 τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 20 λέγει αὐτῷ ὁ νεανίσκος· πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ; 21 ἔφη αὐτῷ ὁ Ἱησοῦς· εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. 22 ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά. 23 Ὁ δὲ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς αὐτοῦ· ἀμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 24 πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 25 ἀκούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἐξεπλήσσοντο σφόδρα λέγοντες· τίς ἄρα δύναται σωθῆναι; 26 ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα δυνατά ἐστι.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΒΑΒΥΛΑΣ

 

    Ὁ ἅγιος Βαβύλας ἑορτάζεται τήν 4η Σεπτεμβρίου. Ἔζησε στούς χρόνους τοῦ Νουμεριανοῦ τό 284 κι ἔγινε ἐπίσκοπος τῆς Ἀντιοχείας. Ἔμαθε λοιπόν ὅτι ὁ Νουμεριανός ἔσφαξε τόν γυιό τοῦ Πέρση βασιλιᾶ καί τόν ἴδιο τόν βασιλιά κράτησε ὥς ἐγγύηση τῆς εἰρήνης μέ τούς Πέρσες. Ἐπιπλέον θυσίασε στά εἴδωλα καί προσπαθοῦσε νά μολύνει τήν Ἐκκλησία τῶν Χριστιανῶν, ζητώντας νά μπεῖ μέσα στόν χριστιανικό Ναό ἐνῶ ἦταν δολοφόνος καί εἰδωλολάτρης. Ὁ ἅγιος Βαβύλας, προκειμένου νά τόν ἐμποδίσει, στάθηκε στήν πύλη τοῦ Ναοῦ καί μέ ἁπλωμένο τό χέρι του στό στῆθος τοῦ μιαροῦ βασιλιᾶ, τόν ἐπετίμησε καί τόν ἔδιωξε. Ἐκείνη τή στιγμή ὁ βασιλιάς σιώπησε καί δέν ἀντιστάθηκε, φοβούμενος τήν ἀντίδραση τοῦ πλήθους τῶν χριστιανῶν, ἔφερε ὅμως βαρέως ὡς προσβολή τόν ἔλεγχο τοῦ ἁγίου. Τήν ἑπομένη κάλεσε τόν ἅγιο, ὁ ὁποῖος κατέπληξε τούς πᾶντες μέ τίς σοφές του ἀπαντήσεις καί ἀντιρρήσεις. Ὁ βασιλιάς μέ κολακεῖες καί φοβερισμούς προσπάθησε νά τόν κάνει νά ἀρνηθεῖ τήν πίστη του, χωρίς ἀποτέλεσμα ὅμως. Γι’ αὐτόν τόν λόγο τόν ἔδεσαν ἀπό τόν λαιμό μέ βαριές ἁλυσῖδες, τόν περιέφεραν στήν πόλη καί τόν φυλάκισαν. Τόν ἀκολουθοῦσαν τρία νεαρά ἀδέλφια, πού δέν ἤθελαν νά ἀποχωριστοῦν τήν διδασκαλία καί τήν γλυκειά παρουσία τοῦ δασκάλου τους. Τότε προσπάθησε νά πείσει κι αὐτούς ὁ βασιλιάς νά θυσιάσουν στά εἴδωλα, χωρίς ἀποτέλεσμα ὅμως. Κάλεσε τήν μητέρα τους, ἀλλά οὔτε αὐτή πειθόταν νά ἀρνηθεῖ τήν χριστιανική πίστη. Πρόσταξε λοιπόν ὁ ἀπάνθρωπος βασιλιάς, τήν μητέρα νά τήν χτυπήσουν στό πρόσωπο, στά παιδιά νά δώσουν ραβδισμούς, τόν ἅγιο δέ προσπάθησε νά τόν ἐξαπατήσει λέγοντάς του, ὅτι τά ἀδέλφια ἦταν ἔτοιμα νά θυσιάσουν στά εἴδωλα. Ἐκεῖνος κατάλαβε τήν ἀπάτη καί ἤλεγξε καί πάλι τόν βασιλιά. Τότε χωρίστηκε ὁ δάσκαλος ἀπό τούς μαθητές του καί προσπάθησαν ξανά νά κάμψουν τό γενναῖο τους φρόνημα. Τέλος διέταξε ὁ ἄσπλαχνος βασιλιάς νά ἀποκεφαλίσουν τά τρία παιδιά μπροστά στόν ἅγιο Βαβύλα καί τόν ἴδιο νά θανατώσουν μέ ξίφος. Τότε ἀναφώνησε ὁ ἅγιος τόν στίχο τοῦ Ἡσαΐα “ἰδοῦ ἐγώ καί τά παιδία, ἅ μοι ἔδωκε ὁ Θεός”. Μέ τέτοιο λοιπόν γενναῖο τρόπο ὑπερασπίστηκαν καί οἱ τέσσερις τήν πίστη τους καί ἐξεδήμησαν στεφανηφόροι στόν Κύριο.

 

 

Ἀπολυτίκιον

(Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.)


Ἱεραρχίας τῷ φωτὶ ἀπαστράπτων, δικαιοσύνης φυτοκόμος ἐδείχθης, ἀποτεμῶν τὴν ἄκανθαν τῆς πλάνης ἀληθῶς, ὅθεν τῶν αἱμάτων σου, φοινιχθεῖς ταὶς ρανίσι, τῷ Χριστῷ παρέστηκας, ἀνακράζων Βαβύλα, ἰδοὺ ἐγὼ καὶ τὰ παιδὶα Ἰησοῦ ὅθεν προσδέχου, ἠμᾶς ὡς ηὐδόκησας.

Μεγαλυνάριον

 

Πλήρης ὥν σοφίας τῆς θεϊκῆς, λόγοις εὐσεβείας, τούς τρεῖς παῖδας παιδοτριβεῖς, πρός ἄθλησιν θείαν, Βαβύλα Ἱεράρχα, μεθ’ ὧν καί ἀριστεύσας νομίμως ἔστεψας.