Τρίτη 23 Αυγούστου 2022

Ο ΑΓΙΟΣ ΚΟΣΜΑΣ Ο ΑΙΤΩΛΟΣ

24 Αὐγούστου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Κορ. γ΄ 4-11

   4 Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ Χριστοῦ πρὸς τὸν Θεόν. 5 οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ᾿ ἑαυτῶν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν, ἀλλ᾿ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ, 6 ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος, ἀλλὰ πνεύματος· τὸ γὰρ γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. 7 Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη ἐν λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, 8 πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; 9 εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης ἐν δόξῃ. 10 καὶ γὰρ οὐδὲ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης. 11 εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. κγ΄ 29-39

   29 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων, 30 καὶ λέγετε· εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν. 31 ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας. 32 καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. 33 ὄφεις, γεννήματα ἐχιδνῶν! πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης; 34 διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς, καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν, 35 ὅπως ἔλθῃ ἐφ᾿ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. 36 ἀμὴν λέγω ὑμῖν ὅτι ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην. 37 Ἱερουσαλὴμ Ἱερουσαλήμ, ἡ ἀποκτέννουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν! ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. 38 ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. 39 λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπ᾿ ἄρτι ἕως ἂν εἴπητε, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΚΟΣΜΑΣ Ο ΑΙΤΩΛΟΣ

   Στίς 24 Αὐγούστου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τοῦ ἁγίου ἰσαποστόλου Κοσμᾶ τοῦ Αἰτωλοῦ. Γενήθηκε τό 1714 στό Μέγα Δένδρο τῆς Αἰτωλίας ἀπό εὐλαβεῖς γονεῖς καί ἀφοῦ ἔλαβε τήν στοιχειώδη ἐκπαίδευση σέ τοπικά σχολεία, πῆγε στό Ἅγιον Ὄρος, στήν Ἀθωνιάδα Σχολή σέ ἠλικία εἴκοσι ἐτῶν. Συγχρόνως ὅμως ἀγαποῦσε τήν ἀσκητική ζωή, γι’ αὐτό ἐκάρη μοναχός στήν Ἱερά Μονή Ἁγίου Φιλοθέου καί ἀργότερα χειροτονήθηκε ἱερομόναχος. Συναισθάνθηκε νωρίς τήν ἀνάγκη τῶν σκλαβωμένων Ἑλλήνων νά ἀκούσουν λόγο Θεοῦ, γεγονός πού τόν ὤθησε νά λάβει εὐλογία ἀπό διάφορους πνευματικούς πατέρες γιά νά κηρύξει τό Εὐαγγέλιο στούς ἀκατήχητους Ἕλληνες. Στήν Κωνσταντινούπολη διδάχθηκε ἀπό τόν ἀδελφό του Χρύσανθο τήν ρητορική τέχνη, κατόπιν πῆρε εὐλογία καί ἄδεια ἀπό τόν πατριάρχη Σωφρόνιο καί ξεκίνησε νά κηρύττει μέ θερμότητα καί ζῆλο. Ὁ λόγος του ἦταν ἁπλός σάν τῶν ἀλιέων, λέει ὁ ἅγιος Νικόδημος, γεμᾶτος γαλήνη, χαρά τοῦ ἱλαροῦ καί ἡσύχου Ἁγίου Πνεύματος. Ὁ Θεός συνεργοῦσε και βεβαίωνε τά λόγια του μέ διάφορα θαύματα, τά ὁποία συνόδευαν τό κήρυγμά του. Διέτρεξε πάρα πολλά μέρη τῆς Ἑλλάδας, ἔπαιρνε ἄδεια ἀπό τούς τοπικούς ἄρχοντες, ἔστηνε ἕνα σταυρό καί τά πλήθη μαζεύονταν γιά να ἀκούσουν τούς μελιρρύτους λόγους του. Σέ πολλά μέρη ἡ ἀμάθεια καί ἡ ἁμαρτἰα εἶχαν ἐξαγριώσει τούς ἀνθρώπους, ἀλλά ὁ ἅγιος κατάφερνε μέ τήν ἁγία ζωή του καί τό σοφό, ἀλλά ἁπλό κήρυγμά του νά τούς ἠμερώσει καί νά τούς ἐπαναφέρει στόν δρόμο τοῦ Θεοῦ.

   Ἵδρυσε πάνω ἀπό διακόσια σχολεία, ὥστε νά μορφώνονται οἱ Ἕλληνες, νά κατανοοῦν τό ἱερό Εὐαγγέλιο καί νά σπουδάζουν τά ἱερά γράμματα. Τά πολυάριθμα θαύματα ἔκαναν ἀκόμα καί τούς Τούρκους νά τόν σέβονται καί νά τόν θεωροῦν ἄνθρωπο τοῦ Θεοῦ. Συμβούλευε τούς πλουσιότερους νά βοηθοῦν ὅσους εἶχαν ἀνάγκη. Πολλοί τοῦ ἔδιναν χρήματα, οἱ γυναῖκες τά κοσμήματά τους κι ἐκεῖνος ἐλεοῦσε τούς φτωχούς παρηγοροῦσε τούς ἀναγκεμένους καί συντηροῦσε τά σχολεία. Ἀγωνίστηκε γιά νά σταματήσουν τά παζάρια τῆς Κυριακῆς καί νά ἐκκλησιάζονται οἱ πιστοί, γεγονός πού ἐξόργισε τούς Ἑβραίους, οἱ ὁποίοι τόν συκοφάντησαν στόν Κούρτ πασά, δωροδοκόντας τον συγχρόνως. Ὁ πασάς διέταξε καί συνέλαβαν τόν ἅγιο, ὁ ὁποῖος κατάλαβε ὅτι πλησιάζει τό τέλος του. Μέ ἀξιοπρέπεια καί ἠρεμία ἀντιμετώπισε τήν ἄδικη τιμωρία του καί ἀφοῦ εὐλόγησε τά τέσσερα σημεία τοῦ ὁρίζοντα τόν ἀπαγχόνισαν τό 1779. Μέ αὐτό τό μαρτυρικό τέλος ἀπῆλθε στόν Κύριο ἔχοντας εὐεργετήσει ὅσο λίγοι τό γένος τῶν χριστιανῶν καί ἔχοντας ἐνισχύσει τό φρόνημα τοῦ ὑπόδουλου ἑλληνισμοῦ. Τό ἅγιό του λείψανο εὐωδίαζε καί ἐπιτελεῖ θαύματα ἔως καί σήμερα.

Ἀπολυτίκιον
(Ἦχος γ’. Θείας πίστεως.)


   Θείας πίστεως, διδασκαλίᾳ, κατεκόσμησας, τὴν Ἐκκλησίαν, ζηλωτὴς τῶν Ἀποστόλων γενόμενος καὶ κατασπείρας τὰ θεία διδάγματα, μαρτυρικῶς τὸν ἀγῶνα ἐτέλεσας. Κοσμᾶ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἠμιν τὸ μέγα ἔλεος.

Μεγαλυνάριον

Χαίροις Ἀποστόλων ὁ μιμητής, Κοσμᾶ Θεοφόρε, εὐσεβείας ὑφηγητά, τοῦ Εὐαγγελίου ὁ θεηγόρος κῆρυξ, καὶ τῶν πιστῶν ἁπάντων, θεῖον ἀγλάϊσμα.