ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Πρξ. ια΄ 19-30
19 Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις. 20 Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες εἰσελθόντες εἰς Ἀντιόχειαν ἐλάλουν πρὸς τοὺς Ἑλληνιστάς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν. 21 καὶ ἦν χεὶρ Κυρίου μετ᾿ αὐτῶν, πολύς τε ἀριθμὸς πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον. 22 Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ἐν Ἱεροσολύμοις περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρνάβαν διελθεῖν ἕως Ἀντιοχείας· 23 ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ Κυρίῳ, 24 ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος Ἁγίου καὶ πίστεως καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ.
25 ἐξῆλθε δὲ εἰς Ταρσὸν ὁ Βαρνάβας ἀναζητῆσαι Σαῦλον, καὶ εὑρὼν αὐτὸν ἤγαγεν αὐτὸν εἰς Ἀντιόχειαν. 26 ἐγένετο δὲ αὐτοὺς ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρῶτον ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς. 27 Ἐν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ Ἱεροσολύμων προφῆται εἰς Ἀντιόχειαν· 28 ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι Ἄγαβος ἐσήμανε διὰ τοῦ Πνεύματος λιμὸν μέγαν μέλλειν ἔσεσθαι ἐφ᾿ ὅλην τὴν οἰκουμένην· ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος. 29 τῶν δὲ μαθητῶν καθὼς ηὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς· 30 ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ι΄ 16-21
16 Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. 17 Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. 18 Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. 19 ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. 20 πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. 21 Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΤΙΜΟΘΕΟΣ
Στίς 10 Ἰουνίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τοῦ ἁγίου Ἱερομάρτυρος Τιμοθέου, Ἐπισκόπου Προύσης.Ἔζησε κατά τούς χρόνους τοῦ Ἰουλιανοῦ τοῦ παραβάτου (361). Μέ τήν χάρη τοῦ Θεοῦ πραγματοποιοῦσε πολλά θαύματα, μεταξύ τῶν ὁποίων ἦταν καί θανάτωση ἑνός μεγάλου δράκοντα, ὁ ὁποῖος κατοικοῦσε σέ σπήλαιο, σέ δημόσια ὁδό τῆς Προύσας. Ὁ δράκος ἐκεῖνος ἔβγαινε ἀπό τό σπήλαιο καί μέ τήν ἀνάσα του φαρμάκωνε ἀνθρώπους καί ζῶα, πού διέβαιναν ἀπό ἐκεῖνον τόν τόπο, γι’ αὐτό κανείς δέν τολμοῦσε νά περάσει ἀπό τόν μέρος ἐκεῖνο. Κάποτε μία Χριστιανή βασίλισσα, ἡ ὁποία κατοικοῦσε στή Βιθυνία, θά ἐρχόταν στήν Προύσα. Κάποιοι ἀδελφοί τῆς ἔστειλαν εὐλογίες τυλιγμένες σέ ἱερό ἄμφιο καί τίς ἔστειλαν μέ τόν ἅγιο Τιμόθεο. Ὅταν ἔφθασε ὁ ἅγιος στό σπήλαιο καί τοῦ ἐπιτέθηκε ὁ δράκος, ὁ ἅγιος Τιμόθεος τοῦ ἐκσφενδόνισε τό ἄμφιο καί ἀναχώρησε. Ἔδωσε τίς εὐλογίες στήν βασίλισσα καί ἐπιστρέφοντας ἀντίκρυσε τόν δράκοντα νεκρό. Δόξασε τόν Θεό, πῆρε τό ἄμφιο καί ἐπέστρεψε στήν Μητρόπολή του. Τό θαῦμα μαθεύτηκε παντοῦ καί πλέον ὅλοι σέβονταν τόν ἅγιο ὡς ἄνθρωπο τοῦ Θεοῦ. Ὅταν τό ἔμαθε ὁ Ἰουλιανός πίεζε τόν ἅγιο νά ἀρνηθεῖ τήν χριστιανική πίστη. Ὁ μακάριος Τιμόθεος δέν πτοήθηκε ἀπό τίς ἀπειλές τοῦ δυσσεβοῦς βασιλιᾶ, ἀποκεφαλίσθηκε κι ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου.
Ἀπολυτίκιον
Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.
Τοῖς τῶν αἱμάτων ὄμβροις καταρδευόμενος, Ἱερομάρτυς Κυρίου ἐκαρποφόρησας ἐν τῇ γῇ τῇ ἀγαθῇ τῆς καρδίας σου, τὴν ἀδάπανον τρυφήν, ἣν ἐδέξω ἐκ Θεοῦ, Τιμόθεε δυσωποῦμεν, ἐκ τῶν κινδύνων ῥυσθῆναι, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου.