Πέμπτη 19 Μαΐου 2022

Ο ΑΓΙΟΣ ΠΑΤΡΙΚΙΟΣ ΚΑΙ ΟΙ ΣΥΝ ΑΥΤῼ

 19 Μαΐου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. ι΄ 34 – 43

   34 Ἀνοίξας δὲ Πέτρος τὸ στόμα αὐτοῦ εἶπεν· ἐπ᾿ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεός, 35 ἀλλ᾿ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστι. 36 τὸν λόγον ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ· οὗτός ἐστι πάντων Κύριος· 37 ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθ᾿ ὅλης τῆς Ἰουδαίας, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης, 38 Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι Ἁγίῳ καὶ δυνάμει, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου, ὅτι ὁ Θεὸς ἦν μετ᾿ αὐτοῦ· 39 καὶ ἡμεῖς ἐσμεν μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἱερουσαλήμ· ὃν καὶ ἀνεῖλον κρεμάσαντες ἐπὶ ξύλου. 

40 τοῦτον ὁ Θεὸς ἤγειρε τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι, 41 οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν, οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν· 42 καὶ παρήγγειλεν ἡμῖν κηρῦξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν. 43 τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἰω. η΄ 12-20

   12 Πάλιν οὖν αὐτοῖς ὁ Ἰησοῦς ἐλάλησε λέγων· ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ᾿ ἕξει τὸ φῶς τῆς ζωῆς. 13 εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι· σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. 14 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω· ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ἢ ποῦ ὑπάγω. 15 ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε· ἐγὼ οὐ κρίνω οὐδένα. 16 καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ ἀληθής ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλ᾿ ἐγὼ καὶ ὁ πέμψας με πατήρ. 17 καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν. 18 ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ. 19 ἔλεγον οὖν αὐτῷ· ποῦ ἐστιν ὁ πατήρ σου; ἀπεκρίθη Ἰησοῦς· οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ᾔδειτε ἄν. 20 Ταῦτα τὰ ῥήματα ἐλάλησεν ὁ Ἰησοῦς ἐν τῷ γαζοφυλακίῳ, διδάσκων ἐν τῷ ἱερῷ, καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΠΑΤΡΙΚΙΟΣ ΚΑΙ ΟΙ ΣΥΝ ΑΥΤῼ

   Στίς 19 Μαΐου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Πατρικίου καί τῶν σύν αὐτῷ Ἀκακίου, Μενάνδρου καί Πολυαίνου. Ὁ ἅγιος Πατρίκιος ἀπό νέος ἦταν πολύ ἐνάρετος καί σοφός, γι’ αὐτό χειροτονήθηκε ἐπίσκοπος Προύσσης. Λόγῳ τῆς φλογερῆς πίστης του, συνελήφθη ἀπό τούς εἰδωλολάτρες καί ἔλεγξε τήν πλάνη τῶν εἰδώλων ἐνώπιον τοῦ ἄρχοντα Ἰουλιανοῦ. Βασανίσθηκε, ἀλλά μέ τήν χάρη τοῦ Κυρίου δίδασκε ὅτι ὑπάρχει παράδεισος καί κόλαση μετά ἀπό αὐτήν τή ζωή, ὅπου θά εὐφραίνονται ἤ θά ὑποφέρουν αἰωνίως οἱ ἄνθρωποι. Ἐξηγοῦσε μέ λεπτομέρειες πῶς ἡ θεία πρόνοια ρύθμιζε τά γήινα φαινόμενα καί πῶς ὁ ἐπίσκοπος Στέφανος σταμάτησε μέ πάνδημη λιτανεία νά σταματήση ἡ φωτιά ἑνός ἠφαιστείου. Ὁ ἄρχοντας πρόσταξε νά βάλουν τόν ἅγιο Πατρίκιο σέ θερμά νερά, τά ὁποία ὅμως ἔβλαψαν τούς στρατιῶτες καί καθόλου τόν ἅγιο. Τέλος ἀποκεφαλίσθηκε μαζί μέ τούς ἁγίους Ἀκάκιο, Μένανδρο καί Πολύαινο, λαμβάνοντας τόν στέφανο τοῦ μαρτυρίου.

Ἀπολυτίκιον
Ἦχος δ΄. Ταχύ προκατάλαβε.

  Τετράς θεοφόρητος, Ἱεραρχῶν ἱερῶν, Τριάδα τὴν ἂκτιστον, κατ’ ἐναντίον ἐχθρῶν, πανσόφως ἐκήρυξε, Πατρίκιος ὁ τῆς Προύσης, θεηγόρος ποιμάντωρ, Ἀκάκιος σὺν Μενάνδρῳ, καὶ Πολύαινος ἃμα· διὸ καὶ ὡς ἀθλήσαντες, δόξης ἠξιώθησαν.

Μεγαλυνάριον

  Τούς Ἱερομάρτυρας τοῦ Χριστοῦ Ἀκάκιον ἅμα, καί Πατρίκιον τόν κλεινόν, καί σύν τῷ Μενάνδρῳ, Πολύαινον τόν θεῖον, ἀσματικοῖς ἐπαίνοις ἐγκωμιάσωμεν.