ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Β΄ Κορ. δ΄ 6-15
6 Ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ.7 Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν, ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν, 8 ἐν παντὶ θλιβόμενοι ἀλλ᾿ οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ᾿ οὐκ ἐξαπορούμενοι, 9 διωκόμενοι ἀλλ᾿ οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ᾿ οὐκ ἀπολλύμενοι, 10 πάντοτε τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ.
11 ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν, ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. 12 ὥστε ὁ μὲν θάνατος ἐν ἡμῖν ἐνεργεῖται, ἡ δὲ ζωὴ ἐν ὑμῖν. 13 ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον, ἐπίστευσα, διὸ ἐλάλησα, καὶ ἡμεῖς πιστεύομεν, διὸ καὶ λαλοῦμεν, 14 εἰδότες ὅτι ὁ ἐγείρας τὸν Κύριον Ἰησοῦν καὶ ἡμᾶς διὰ Ἰησοῦ ἐγερεῖ καὶ παραστήσει σὺν ὑμῖν. 15 τὰ γὰρ πάντα δι᾿ ὑμᾶς, ἵνα ἡ χάρις πλεονάσασα διὰ τῶν πλειόνων τὴν εὐχαριστίαν περισσεύσῃ εἰς τὴν δόξαν τοῦ Θεοῦ.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ια΄ 2-15
2 Ὁ δὲ Ἰωάννης ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ, πέμψας δύο τῶν μαθητῶν αὐτοῦ 3 εἶπεν αὐτῷ· σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; 4 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· 5 τυφλοὶ ἀναβλέπουσι καὶ χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται· 6 καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. 7 Τούτων δὲ πορευομένων ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; 8 ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν. 9 ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; προφήτην; ναὶ λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. 10 οὗτος γάρ ἐστι περὶ οὗ γέγραπται· ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. 11 ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. 12 ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. 13 πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου προεφήτευσαν. 14 καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. 15 ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΙΝΝΟΚΕΝΤΙΟΣ ΧΕΡΣΩΝΟΣ
Στίς 25 Μαΐου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου Ἰννοκεντίου, Ἐπισκόπου Χερσῶνος. Ὁ ἅγιος Ἰννοκέντιος γεννήθηκε στίς 15 Δεκεμβρίου 1800, στό χωριό Ἔλετς τῆς ἐπαρχίας Ὀρέλ τῆς Ρωσίας καί καταγόταν ἀπό ἱερατική οἰκογένεια, ἡ ὁποία τόν ἀνέθρεψε μέ φόβο Θεοῦ. Τό 1819, ἀφοῦ τελείωσε μέ ἐπιτυχία τίς σπουδές του στό σεμινάριο τοῦ Ὀρέλ, γράφτηκε στήν θεολογική ἀκαδημία τοῦ Κιέβου, ἀπό τήν ὁποία ἀποφοίτησε τό 1823. Ὁ κατά κόσμον Ἰωάννης, ἔχοντας μελετήσει τά ἱερά κείμενα τῶν Πατέρων, ἐπιδόθηκε στήν συγγραφή ἱερῶν κηρυγμάτων, ἡ δέ ἀγάπη του γιά τήν ἀσκητική ζωή τόν ὁδήγησε σέ μοναστήρι, ὅπου ἐκάρη μοναχός καί ἔλαβε τό ὄνομα Ἰννοκέντιος. Ἀργότερα διορίσθηκε καθηγητής στήν θεολογική ἀκαδημία τῆς Ἁγίας Πετρουπόλεως καί τό 1826 χειροτονήθηκε ἀρχιμανδρίτης. Μετά ἀπό μία δεκαετία, ἀνήμερα τῆς ἑορτῆς τῶν Εἰσοδίων τῆς Θεοτόκου, χειροτονήθηκε Ἐπίσκοπος Ζιγκιρίνσκ, στήν περιοχή τοῦ Κιέβου. Ἀκολούθως μετατέθηκε στήν πόλη Βολογκντά, στήν ἐπισκοπή Χάρκωβ καί τέλος, μετά τήν κοίμηση τοῦ Ἐπισκόπου Χερσῶνος καί πάσης Ταυρίδος, διορίσθηκε ἐπίσκοπος τῆς ἐπαρχίας αὐτῆς. Στήν ἐπαρχία Χερσῶνος οἱ χριστιανοί ἀντιμετώπιζαν μεγάλα προβλήματα ἀπό τούς Τατάρους καί τούς Ἑβραίους, ἔτσι ὁ ἅγιος ἀγωνίσθηκε νά προστατέψη τό ποίμνιο του ἀλλά καί τούς ἱερούς ναούς καί μοναστήρια τῆς ἐπαρχίας του ἀπό τίς καταστροφές. Ὅταν ξέσπασε ὁ πόλεμος τῆς Κριμαίας τό 1853 ἀναδείχθηκε ἐπίγειος ἄγγελος καί παρηγορητής τοῦ ποιμνίου του, τόνωνε τό ἠθικό τῶν ρώσων στρατιωτῶν, πού ὑπερασπίζονταν τήν πόλη τῆς Κριμαίας, φρόντιζε τούς ἀρρώστους καί τούς τραυματίες καί προέτρεπε τούς χριστιανούς νά ἔχουν ἀκλόνητη πίστη στόν Χριστό. Ἔτσι ὁ ἀοίδιμος Ἰννοκέντιος παρέδωσε ἐν εἰρήνῃ τό πνεῦμα του στόν Κύριο τό 1857 καί ἀξιώθηκε τῆς οὐρανίου μακαριότητος.