ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Α’ Τιμ. ς’ 17-21
17 Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι, ἀλλ᾿ ἐν τῷ Θεῷ τῷ ζῶντι, τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν, 18 ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς, 19 ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς αἰωνίου ζωῆς. 20 Ὦ Τιμόθεε, τὴν παρακαταθήκην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως, 21 ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν. Ἡ χάρις μετὰ σοῦ· ἀμήν.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μρ. ι΄ 17-28
17 Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν· διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω; 18 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. 19 τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, μὴ ἀποστερήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα. 20 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· διδάσκαλε ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. 21 ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ· ἕν σε ὑστερεῖ· εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, ὅσα ἔχεις πώλησον καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι, ἄρας τὸν σταυρόν σου. 22 ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά. 23 καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελεύσονται! 24 οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς· τέκνα, πῶς δύσκολόν ἐστι τοὺς πεποιθότας ἐπὶ χρήμασιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν· 25 εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. 26 οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς ἑαυτούς· καὶ τίς δύναται σωθῆναι; 27 ἐμβλέψας αὐτοῖς ὁ Ἰησοῦς λέγει· παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλ᾿ οὐ παρὰ Θεῷ· πάντα γὰρ δυνατά ἐστι παρὰ τῷ Θεῷ. 28 Ἤρξατο ὁ Πέτρος λέγειν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΟΙ ΑΓΙΟΙ ΔΕΚΑ ΜΑΡΤΥΡΕΣ ΟΙ ΕΝ ΚΡΗΤῌ
Στίς 23 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῶν ἁγίων δέκα μαρτύρων τῶν ἐν Κρήτῃ μαρτυρησάντων. Οἱ ἅγιοι δέκα μάρτυρες ἔζησαν στούς χρόνους τοῦ ρωμαίου αὐτοκράτορα Δεκίου καί κατάγονταν ἀπό διάφορες πόλεις καί χωριά τῆς νήσου Κρήτης. Λόγω ὅμως τῆς πίστης τους στόν Χριστό παραδόθηκαν ἀπό τούς ἕλληνες στόν εἰδωλολάτρη ἄρχοντα τῆς Κρήτης. Αὐτός διέταξε τόν δήμιο νά τούς περιφέρη στούς βωμούς καί στά εἴδωλα μέ σκοπό νά προσφέρουν θυσία στά ἄψυχα ξόανα εἰδάλλως νά τούς τιμωρῆ μέ διαφόρους τρόπους. Ἔτσι οἱ ἅγιοι μάρτυρες περιφέρονταν γιά τριάντα μέρες ἀπό τόπο σέ τόπο τῆς νήσου ἐμπαιζόμενοι, δερνόμενοι, διωκόμενοι, λιθοβολούμενοι ἀπό τούς εἰδωλολάτρες, ὅμως μένοντας πάντα στέρεοι στήν πίστη τους. Στό τέλος τούς ὁδήγησαν καί πάλι στόν ἄρχοντα, ὁ ὁποῖος βλέποντας τό γενναῖο φρόνημά τους καί ὅτι ἦταν μάταιο νά τούς προστάζη νά θυσιάσουν, ἀφοῦ διέταξε νά τούς βασανίσουν μέ τούς πιό σκληρούς καί ἀπάνθρωπους τρόπους στό τέλος τούς ἀποκεφάλισαν. Καί ἔτσι οἱ ἀοίδιμοι δέκα μάρτυρες ἔλαβαν τόν στέφανο τοῦ μαρτυρίου καί ἀξιώθηκαν καί τῆς ἐπουρανίου βασιλείας.
Ἀπολυτίκιον
Ἦχος γ’. Τήν ὠραιότητα.
Κρήτης τά εὔοσμα ἄνθη τιμήσωμεν, τά διαπνέοντα, ὀσμήν τήν ἔνθεον, Θεόδουλον καί Ζωτικόν, Γελάσιον, Σατορνίνον, Εὔπορον Εὐάρεστον, Ἀγαθόποδα Πόμπιον, Εὐνικιανόν ὁμοῦ, Βασιλειάδην τε ἔνδοξον, βοῶντες πρός αὐτούς ὁμοφρόνως, χαῖρε Δεκάς ἡ τῶν μαρτύρων.
Μεγαλυνάριον
Ὅμιλος θεόλεκτος καί σεπτός, πίστει συνημμένοι, καί ἀγάπῃ εἰλικρινεῖ, ὤφθησαν ἐν Κρήτῃ, οἱ Δέκα Ἀθληφόροι, ἐχθρῶν τά μυριάδας καταπαλαίσαντες.