Τετάρτη 16 Ιουνίου 2021

Ο ΑΓΙΟΣ ΤΥΧΩΝ ΕΠΙΣΚΟΠΟΣ ΑΜΑΘΟΥΝΤΟΣ ΚΥΠΡΟΥ

16 Ἰουνίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. κγ΄ 1-11

    1 Ἀτενίσας δὲ ὁ Παῦλος τῷ συνεδρίῳ εἶπεν· ἄνδρες ἀδελφοί, ἐγὼ πάσῃ συνειδήσει ἀγαθῇ πεπολίτευμαι τῷ Θεῷ ἄχρι ταύτης τῆς ἡμέρας. 2 ὁ δὲ ἀρχιερεὺς Ἀνανίας ἐπέταξε τοῖς παρεστῶσιν αὐτῷ τύπτειν αὐτοῦ τὸ στόμα. 3 τότε ὁ Παῦλος πρὸς αὐτὸν εἶπε· τύπτειν σε μέλλει ὁ Θεός, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με κατὰ τὸν νόμον, καὶ παρανομῶν κελεύεις με τύπτεσθαι! 4 οἱ δὲ παρεστῶτες εἶπον· τὸν ἀρχιερέα τοῦ Θεοῦ λοιδορεῖς; 5 ἔφη τε ὁ Παῦλος· οὐκ ᾔδειν, ἀδελφοί, ὅτι ἐστὶν ἀρχιερεύς· γέγραπται γάρ· ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. 

6 γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶ Σαδδουκαίων, τὸ δὲ ἕτερον Φαρισαίων, ἔκραξεν ἐν τῷ συνεδρίῳ· ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς Φαρισαίου· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι. 7 τοῦτο δὲ αὐτοῦ λαλήσαντος ἐγένετο στάσις τῶν Φαρισαίων καὶ τῶν Σαδδουκαίων, καὶ ἐσχίσθη τὸ πλῆθος. 8 Σαδδουκαῖοι μὲν γὰρ λέγουσι μὴ εἶναι ἀνάστασιν μήτε ἄγγελον μήτε πνεῦμα, Φαρισαῖοι δὲ ὁμολογοῦσι τὰ ἀμφότερα. 9 ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντες οἱ γραμματεῖς τοῦ μέρους τῶν Φαρισαίων διεμάχοντο λέγοντες· οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ ἢ ἄγγελος, μὴ θεομαχῶμεν. 10 πολλῆς δὲ γενομένης στάσεως εὐλαβηθεὶς ὁ χιλίαρχος μὴ διασπασθῇ ὁ Παῦλος ὑπ᾿ αὐτῶν, ἐκέλευσε τὸ στράτευμα καταβῆναι καὶ ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν ἄγειν τε εἰς τὴν παρεμβολήν. 11 Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς αὐτῷ ὁ Κύριος εἶπε· θάρσει, Παῦλε· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλήμ, οὕτω σε δεῖ καὶ εἰς Ῥώμην μαρτυρῆσαι.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἰω. ις΄ 15-23

     15 Πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστι· διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. 16 μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με, ὅτι ἐγὼ ὑπάγω πρὸς τὸν πατέρα. 17 Εἶπον οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· τί ἐστι τοῦτο ὃ λέγει ἡμῖν, μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με, καὶ ὅτι ἐγὼ ὑπάγω πρὸς τὸν πατέρα; 18 ἔλεγον οὖν· τοῦτο τί ἐστιν ὃ λέγει τὸ μικρόν; οὐκ οἴδαμεν τί λαλεῖ. 19 ἔγνω οὖν ὁ Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς· περὶ τούτου ζητεῖτε μετ᾿ ἀλλήλων ὅτι εἶπον, μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; 20 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· ὑμεῖς δὲ λυπηθήσεσθε, ἀλλ᾿ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται· 21 ἡ γυνὴ ὅταν τίκτῃ, λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. 22 καὶ ὑμεῖς οὖν λύπην μὲν νῦν ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς αἴρει ἀφ᾿ ὑμῶν. 23 καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὅσα ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου, δώσει ὑμῖν.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΤΥΧΩΝ ΕΠΙΣΚΟΠΟΣ ΑΜΑΘΟΥΝΤΟΣ ΚΥΠΡΟΥ

     Στίς 16 Ἰουνίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Τύχωνος, Ἐπισκόπου Ἀμαθοῦντος τῆς Κύπρου, τοῦ θαυματουργοῦ. Ὁ ἅγιος Τύχων ἔζησε στούς χρόνους τῶν βασιλέων Ἀρκαδίου καί Ὀνωρίου, καταγόταν ἀπό γονεῖς εὐσεβεῖς καί φιλόχριστους, οἱ ὁποῖοι τόν εἶχαν ἀφιερώσει στόν Θεό. Ἔτσι ὁ ἅγιος ἀφοῦ ἔμαθε τά ἱερά γράμματα καί τήν Ἁγία Γραφή χειροτονήθηκε ἀναγνώστης καί λόγω τῆς καθαρότητας τοῦ βίου του καί τό ἀκατηγόρητο τῆς ζωῆς του προχειρίσθηκε διάκονος ἀπό τόν τότε ἅγιο Ἐπίσκοπο Ἀμαθοῦντος, Μνημόνιο. Ὅταν ὁ Μνημόνιος κοιμήθηκε ὁ ἅγιος Ἐπιφάνιος τῆς Κύπρου ἀνεβίβασε στήν ἐπισκοπή τῆς Ἀμαθοῦντος τόν ἅγιο Τύχωνα, ὁ ὁποῖος ποίμανε τήν ἐπισκοπή του θεάρεστα, κηρύττοντας τόν λόγο τοῦ Θεοῦ, κάνοντας θαύματα, γιά νά ἐνδυναμώση τήν πίστη τῶν χριστιανῶν, ὁδηγώντας πολλούς εἰδωλολάτρες στόν Χριστό, καταστρέφοντας πολλούς εἰδωλολατρικούς ναούς καί συντρίβοντας τά εἴδωλα πού βρίσκονταν σέ αὐτούς. Ἔτσι ὁ ἀοίδιμος Τύχων ζώντας κατά τό θέλημα τοῦ Θεοῦ καί ἀφοῦ τόν εὐαρέστησε ἀπῆλθε πρός τά οὐράνια σκηνώματα.

Ἀπολυτίκιον

(Ἦχος α΄. Τοῦ λίθου σφαγισθέντος)

Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε Τύχων Πατὴρ ἡμῶν· νηστείᾳ ἀγρυπνίᾳ προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Μεγαλυνάριον

Χαίροις τῶν ὁσίων ὁ κοινωνός· χαίροις τό δοχεῖον, τῶν τοῦ Πνεύματος ἀγαθῶν· Χαίροις ὁ τῆς Κύπρου, ἀνέσπερος δαδοῦχος, ὦ Τύχων Ἀμαθοῦντος Ποιμήν μακάριε.