ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Πρξ. δ΄ 23-31
23 Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον. 24 οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν Θεὸν καὶ εἶπον· Δέσποτα, σὺ ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς, 25 ὁ διὰ στόματος Δαυΐδ παιδός σου εἰπών· ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; 26 παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. 27 συνήχθησαν γὰρ ἐπ᾿ ἀληθείας ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραήλ, 28 ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή σου προώρισε γενέσθαι. 29 καὶ τὰ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας πάσης λαλεῖν τὸν λόγον σου 30 ἐν τῷ τὴν χεῖρά σου ἐκτείνειν σε εἰς ἴασιν καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ. 31 καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος Ἁγίου, καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παῤῥησίας.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἰω. ε΄ 24-30
24 Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. 25 ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται· 26 ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ· 27 καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ καὶ κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστί. 28 μὴ θαυμάζετε τοῦτο· ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ, 29 καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. 30 οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾿ ἐμαυτοῦ οὐδέν. καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν· ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με πατρός.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Η ΑΓΙΑ ΜΑΡΤΥΣ ΓΛΥΚΕΡΙΑ
Στίς 13 Μαΐου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῆς ἁγίας μάρτυρος Γλυκερίας. Ἡ ἁγία Γλυκερία ἔζησε στήν Τραϊανούπολη τήν ἐποχή τοῦ ρωμαίου αὐτοκράτορα Ἀντωνίνου Πίου καί Σαβίνου τοῦ ἡγεμόνα. Ὅταν ὁ εἰδωλολάτρης ἡγεμόνας θυσίαζε στά εἴδωλα ἡ ἁγία Γλυκερία, ἀφοῦ σχημάτισε στό μέτωπό της ἕνα σταυρό παρουσιάσθηκε στόν ἡγεμόνα. Μόλις μπῆκε στόν ναό τῶν εἰδώλων μετά ἀπό προσταγή τοῦ ἡγεμόνα, γιά νά θυσιάση, ἀφοῦ προσευχήθηκε στόν Κύριο κρήμνισε καί κατέστρεψε τό εἴδωλο τοῦ Δία. Οἱ εἰδωλολάτρες τότε τήν συνέλαβαν καί ἀφοῦ τήν κτύπησαν, τήν φυλάκισαν χωρίς νά τῆς δώσουν τροφή καί νερό. Ὅταν ὅμως μετά πολλές ἡμέρες ἄνοιξαν τήν φυλακή, μέ ἔκπληξη βρῆκαν ἕνα ἀγγεῖο μέ νερό καί ψωμί, ἐνῶ ἡ φυλακή ἦταν καλά ἀσφαλισμένη, δῶρα τά ὁποῖα εἶχε φέρει ἄγγελος Κυρίου. Μετά ἔβαλαν τήν ἁγία μέσα σέ ἕνα πυρακτωμένο καμίνι ὅμως καί πάλι ἡ χάρη τοῦ Θεοῦ τήν προστάτευσε. Κατόπιν τῆς ξερίζωσαν τό δέρμα τῆς κεφαλῆς καί τήν φυλάκισαν, ἀφοῦ τῆς ἔδεσαν τά χέρια. Ἀλλά ἄγγελος Κυρίου, ἀφοῦ τήν ἔλυσε ἀπό τά δεσμά, τῆς ἰάτρευσε τήν κεφαλή. Βλέποντας ὁ δεσμοφύλακας τό θαῦμα πίστεψε ὅτι ὁ Χριστός εἶναι Θεός ἀληθινός καί ἔτσι τόν ἀποκεφάλισαν. Τήν ἁγία Γλυκερία κατόπιν τήν ὁδήγησαν στά ἄγρια θηρία, γιά νά τήν κατασπαράξουν, ὅμως χάριτι Θεοῦ, ἕνα ἀπό αὐτά μόλις τήν δάγκωσε, ἡ ἁγία παρέδωσε τό πνεῦμα της στόν Κύριο καί ἔτσι ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου.
Ἀπολυτίκιον (Ἦχος γ΄. Τήν ὠραιότητα)
Τὴν καλλιπάρθενον, Χριστοῦ τιμήσωμεν, τὴν ἀριστεύσασαν, πόνοις ἀθλήσεως, καὶ ἀσθενείᾳ τῆς σαρκός, τὸν ὄφιν καταβαλοῦσαν· πόθῳ γὰρ τοῦ Κτίσαντος, τῶν βασάνων τὴν ἔφοδον, ὡς οὐδὲν ἡγήσατο, καὶ θεόθεν δεδόξασται· πρὸς ἥν ἀναβοήσωμεν πάντες· Χαίροις, θεόφρον Γλυκερία.
Μεγαλυνάριον
Μύρον πολυσύνθετον τῷ Χριστῷ, ἐξ ἀγνείας πόνων, καί αἱμάτων τοῖς σταλαγμοῖς, προσεγκαμένη, θεόφρον Γλυκερία, ἐν μύροις θεοβρύτοις λαμπρῶς δεδόξασαι.