Τρίτη 18 Μαΐου 2021

ΟΙ ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΠΕΤΡΟΣ, ΔΙΟΝΥΣΙΟΣ, ΧΡΙΣΤΙΝΑ, ΑΝΔΡΕΑΣ, ΠΑΥΛΟΣ, ΒΕΝΕΔΙΜΟΣ, ΠΑΥΛΙΝΟΣ ΚΑΙ ΗΡΑΚΛΕΙΟΣ

 18 Μαΐου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. η΄ 5-17

     5 Φίλιππος δὲ κατελθὼν εἰς πόλιν τῆς Σαμαρείας ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν. 6 προσεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει. 7 πολλῶν γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα φωνῇ μεγάλῃ ἐξήρχετο, πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν, 8 καὶ ἐγένετο χαρὰ μεγάλη ἐν τῇ πόλει ἐκείνῃ. 9 Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ἐξιστῶν τὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν· 10 ᾧ προσεῖχον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες· οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ μεγάλη. 11 προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς.

 12 ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες. 13 ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσε, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ, θεωρῶν τε δυνάμεις καὶ σημεῖα γινόμενα ἐξίστατο. 14 Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς τὸν Πέτρον καὶ Ἰωάννην· 15 οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσι Πνεῦμα Ἅγιον· 16 οὔπω γὰρ ἦν ἐπ᾿ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. 17 τότε ἐπετίθουν τὰς χεῖρας ἐπ᾿ αὐτούς, καὶ ἐλάμβανον Πνεῦμα Ἅγιον.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἰω. ς΄ 27-33

     27 Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ υἱὸς τοῦ ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ πατὴρ ἐσφράγισεν ὁ Θεός. 28 εἶπον οὖν πρὸς αὐτόν· τί ποιῶμεν ἵνα ἐργαζώμεθα τά ἔργα τοῦ Θεοῦ; 29 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος. 30 εἶπον οὖν αὐτῷ· τί οὖν ποιεῖς σὺ σημεῖον ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ; 31 οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστι γεγραμμένον· ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν. 32 εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ᾿ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν. 33 ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΙ ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΠΕΤΡΟΣ, ΔΙΟΝΥΣΙΟΣ, ΧΡΙΣΤΙΝΑ,
ΑΝΔΡΕΑΣ, ΠΑΥΛΟΣ, ΒΕΝΕΔΙΜΟΣ, ΠΑΥΛΙΝΟΣ ΚΑΙ ΗΡΑΚΛΕΙΟΣ

     Στίς 18 Μαΐου ἡ Ἐκκλησία μας τιμᾶ τὴν μνήμη τῶν ἁγίων μαρτύρων Πέτρου, Διονυσίου, Χριστίνης, Ἀνδρέου, Παύλου, Βενεδίμου, Παυλίνου καὶ Ἡρακλείου. Ὁ μὲν Πέτρος ἦταν ἀπὸ τὴν πόλη τῆς Λαμψάκου. Ὅταν διατάχθηκε ἀπὸ τὸν Δέκιο, ἄρχοντα τῆς πόλης τῶν Ἀβυδινῶν, νὰ θυσιάση στὴν θεὰ Ἀφροδίτη ἀρνήθηκε καὶ ὁμολόγησε τὸν Χριστὸ ὡς Κύριο καὶ Θεὸ μὲ ἀποτέλεσμα νὰ ὁδηγηθῆ στὰ βασανιστήρια καὶ νὰ ἀξιωθῆ τὸν στέφανο τοῦ μαρτυρίου. Ὁ δὲ Παῦλος καὶ ὁ Ἀνδρέας κατάγονταν ἀπὸ τὴν Μεσοποταμία, ἦσαν στρατιῶτες καὶ μαζὶ μὲ τὸν ἄρχοντα Δέκιο πῆγαν στὴν Ἀθήνα. Ἐκεῖ συνέλαβαν ὡς χριστιανοὺς τὸν Διονύσιο καὶ τὴν Χριστίνα καὶ τοὺς ὁδήγησαν στὴν φυλακή. Τὴν Χριστίνα, βλέποντάς την ὁ Παῦλος καὶ ὁ Ἀνδρέας ὅτι ἦταν παρθένος καὶ ὡραία, θέλησαν νὰ τὴν πειράξουν. Ἡ ἁγία ὅμως κατάφερε ὄχι μόνο νὰ τοὺς νουθετήση ἀλλὰ καὶ νὰ τοὺς ὁδηγήση στὴν πίστη τοῦ Χριστοῦ, μὲ ἀποτέλεσμα οἱ μὲν Διονύσιος, Παῦλος καὶ Ἀνδρέας νὰ λιθοβοληθοῦν, ἡ δὲ Χριστίνα νὰ ἀποκεφαλισθῆ. Ὁ Ἡράκλειος, ὁ Παυλῖνος καὶ ὁ Βενέδιμος κατάγονταν ἀπὸ τὴν Ἀθήνα καὶ ἐκήρυτταν τὸ Εὐαγγέλιο προσπαθώντας νὰ πείσουν τοὺς εἰδωλολάτρες νὰ ἀποστραφοῦν τὴν πλάνη τῶν εἰδώλων. Γιὰ τὸν λόγο αὐτὸ συνελήφθησαν καὶ ἀφοῦ ἐβασανίσθηκαν τοὺς ἔβαλαν σὲ πυρακτωμένη κάμινο, ἐπειδὴ ὅμως ἐφυλάχθηκαν ἀβλαβεῖς μὲ τὴν πρόνοια τοῦ Θεοῦ, τούς ἀποκεφάλισαν καὶ ἔτσι ἔλαβαν τόν στέφανο τοῦ μαρτυρίου.

Ἀπολυτίκιον (Ἦχος δ΄. Ὃ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.)

Τῶν ἀθλοφόρων τὸν ὀκτάριθμον δῆμον, μαρτυρικοὶς ἐγκωμιάσωμεν ὕμνοις, Παυλῖνον Διονύσιον καὶ Πέτρον ὁμοῦ, Ἀνδρέαν καὶ Βενέδιμον, τὸν θεόφρονα Παῦλον, Ἡράκλειον τὸν ἔνδοξον, καὶ Χριστίναν τὴν θείαν οὗτοι καὶ γὰρ πρεσβεύουσιν ἀεί, ὑπὲρ τοῦ κόσμου. Χριστῷ τῷ θεῷ ἠμῶν

Μεγαλυνάριον

Πίστῃ στρατευσάμενοι τῷ Χριστῷ, θεόπλοκος δῆμος, καί γενναῖος συνασπισμός, ὤφθητε ἐν ἄθλοις, ὀκτάριθμοι ὀπλῖται, ἐχθρῶν τάς παρατάξεις περιτρεψάμενοι.