ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἑβρ. θ΄ 1-7
1 Εἶχε μὲν οὖν καὶ ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε Ἅγιον κοσμικόν· 2 σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια. 3 μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων, 4 χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, 5 ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. 6 Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, 7 εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. α΄ 39-49, 56
39 Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν
ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, 40 καὶ εἰσῆλθεν εἰς τὸν οἶκον
Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. 41 καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ
τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ
ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ 42 καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ
εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας
σου. 43 καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; 44
ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ
βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. 45 καὶ μακαρία ἡ πιστεύσασα ὅτι
ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. 46 Καὶ εἶπε Μαριάμ.
Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον 47 καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ
Θεῷ τῷ σωτῆρί μου, 48 ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.
ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. 49 ὅτι ἐποίησέ μοι
μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ.
56 Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΑΓΑΠΗΤΟΣ ΠΑΠΑΣ ΡΩΜΗΣ
Ὁ ἅγιος Ἀγαπητός ἔζησε στούς χρόνους τοῦ Ἰουστινιανοῦ τοῦ μεγάλου καί ἀνατράφηκε μέ κάθε ἀρετή καί ἄσκηση. Χειροτονήθηκε ἐπίσκοπος καί ἔγινε Πάπας Ρώμης. Πῆγε στήν Κωνσταντινούπολη μέ σκοπό νά συναντήσει τόν αὐτοκράτορα Ἰουστιανανό. Καθ’ ὁδόν φανερώθηκε ἡ ἀρετή του καί ἡ παρρησία πού εἶχε πρός τόν Θεό. Φτάνοντας στήν Ἑλλάδα βρῆκε ἕναν ἄνθρωπο, ὁ ὁποῖος ἦταν ἐκ γενετῆς ἄλαλος καί ἐπιπλέον δέν περπατούσε καθόλου· μόλις πού μποροῦσε να συρθεῖ στήν γῆ. Ὁ ἅγιος τόν ἔπιασε ἀπό τό χέρι καί ἀμέσως ὁ παράλυτος περπάτησε. Κατόπιν ἔβαλε στό στόμα του μία μερίδα ἀπό τό Δεσποτικό Σῶμα τοῦ Κυρίου καί ὁ πρώην ἄλαλος ἄρχισε να μιλᾶ. Ἀλλά καί ὅταν ἔφτασε στήν Κωνσταντινούπολη γιάτρεψε ἕναν τυφλό. Ἀξίως λοιπόν ἔγινε δεκτός μέ πολλή τιμή τόσο ἀπό τούς ἄρχοντες, ὅσο καί ἀπό τόν ἴδιο τόν αὐτοκράτορα. Κατά τήν παραμονή του στήν βασιλεύουσα ἐξόρισε τόν αἱρετικό ἐπίσκοπο Τραπεζοῦντος, ὁ ὁποῖος κακῶς ἀνέβηκε στόν θρόνο τῆς Κωνστανινουπόλεως καί χειροτόνησε τόν ἁγιώτατο Μηνᾶ, εὐλαβή καί ὀρθόδοξο πρεσβύτερο. Μετά ἀπό λίγο ἐξεδήμησε πρός τόν Κύριο.