Ψαλμός 129
᾿ῼδὴ τῶν ἀναβαθμῶν. - ΕΚ ΒΑΘΕΩΝ ἐκέκραξά σοι, Κύριε· 2 Κύριε, εἰσάκουσον τῆς φωνῆς μου· γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. 3 ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; 4 ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. 5 ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου. 6 ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον απὸ φυλακῆς πρωΐας μέχρι νυκτός· ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω ᾿Ισραὴλ ἐπὶ τὸν Κύριον. 7 ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, 8 καὶ αὐτὸς λυτρώσεται τὸν ᾿Ισραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.