Τρίτη 6 Απριλίου 2021

Ἡ ὥρα τῆς προσευχῆς: τό Ψαλτήριον (119)

Ψαλμός 119
᾿ῼδὴ τῶν ἀναβαθμῶν. - ΠΡΟΣ Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου. 2 Κύριε, ρῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας. 3 τί δοθείη σοι καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; 4 τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα, σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς. 5 οἴμοι! ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ. 6 πολλὰ παρῴκησεν ἡ ψυχή μου. 7 μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός· ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν.