ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Β΄ Κορ. ς΄ 16 – ζ΄ 1
16 Τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. 17 διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς, 18 καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ.
ιζ΄1 Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ματθ. ιε΄ 21-28
21 Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. 22 καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ἐκραύγασεν αὐτῷ λέγουσα· ἐλέησόν με, Κύριε, υἱὲ Δαυΐδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. 23 ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτων αὐτὸν λέγοντες· ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. 24 ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. 25 ἡ δὲ ἐλθοῦσα προσεκύνησεν αὐτῷ λέγουσα· Κύριε, βοήθει μοι. 26 ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. 27 ἡ δὲ εἶπε· ναί, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψυχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. 28 τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· ὦ γύναι, μεγάλη σου ἡ πίστις! γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΑΥΞΕΝΤΙΟΣ
Ο Άγιος Αυξέντιος έζησε κατά τους χρόνους του Θεοδοσίου του μικρού (440). Έγινε μοναχός και πήγε να ασκητεύσει στο βουνό απέναντι από την Οξεία, ένα από τα Πριγκηπόννησα της Κωνσταντινουπόλεως. Έφθασε σε μεγάλα μέτρα ασκήσεως και ήταν κατά την πίστη ορθοδοξότατος. Έλεγξε τις κακοδοξίες του Νεστορίου και του Ευτυχούς και αποδέχθηκε την εν Χαλκηδόνι αγία και οικουμενική τετάρτη Σύνοδο. Η χάρη του Θεού λάμπρυνε την όψη του, αξιώθηκε δε να θαυματουργεί. Χάρις στα προτερήματά του τον σέβονταν και τον τιμουσαν ακόμη και οι βασιλείς. Εκοιμήθη ειρηνικά και ενταφιάσθηκε στον τόπο ασκήσεώς του.
Ἀπολυτίκιον ( Τόν συνάναρχον Λόγον)
Ὥσπερ φοῖνιξ ηὐξήνθης Πάτερ ὑψίκομος, δικαιοσύνης ἐκφέρων τοὺς ψυχοτρόφους καρπούς, σὺ γὰρ βίον ἱερὸν πολιτευσάμενος, τῆς Ἐκκλησίας στηριγμός, καὶ θαυμάτων αὐτουργός, Αὐξέντιε ἀνεδείχθης, διὰ παντὸς ἱκετεύων, ἐλεηθήναι τᾶς ψυχᾶς ἠμῶν