Πέμπτη 14 Ιανουαρίου 2021

ΟΙ ΤΡΙΑΝΤΑ ΟΚΤΩ ΑΒΒΑΔΕΣ ΤΟΥ ΟΡΟΥΣ ΣΙΝΑ

 14 Ἰανουαρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Α΄ Πετρ. γ΄ 10-22

     10 Ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς παυσάτω τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ καὶ χείλη αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον, 11 ἐκκλινάτω ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν, ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν. 12 ὅτι ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά. 

13 Καὶ τίς ὁ κακώσων ὑμᾶς, ἐὰν τοῦ ἀγαθοῦ μιμηταὶ γένησθε; 14 ἀλλ᾿ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε, 15 Κύριον δὲ τὸν Θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, ἕτοιμοι δὲ ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος μετὰ πραΰτητος καὶ φόβου, 16 συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν. 17 κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ Θεοῦ, πάσχειν ἢ κακοποιοῦντας.18 ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ἔπαθε, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ἡμᾶς προσαγάγῃ τῷ Θεῷ, θανατωθεὶς μὲν σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι· 19 ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν, 20 ἀπειθήσασί ποτε, ὅτε ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ, εἰς ἣν ὀλίγαι, τοῦτ᾿ ἔστιν ὀκτὼ ψυχαί, διεσώθησαν δι᾿ ὕδατος. 21 ὃ ἀντίτυπον νῦν καὶ ἡμᾶς σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεόν, δι᾿ ἀναστάσεως Ἰησοῦ Χριστοῦ, 22 ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ πορευθεὶς εἰς οὐρανόν, ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἰω. ι΄ 27-38

     27 Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι, 28 κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς, καὶ οὐ μὴ ἀπόλωνται εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. 29 ὁ πατήρ μου, ὃς δέδωκέ μοι, μείζων πάντων ἐστί, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ πατρός μου. 30 ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν. 31 Ἐβάστασαν οὖν πάλιν λίθους οἱ Ἰουδαῖοι ἵνα λιθάσωσιν αὐτόν. 32 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· πολλὰ καλὰ ἔργα ἔδειξα ὑμῖν ἐκ τοῦ πατρός μου· διὰ ποῖον αὐτῶν ἔργον λιθάζετέ με; 33 ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι λέγοντες· περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν. 34 ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν, ἐγὼ εἶπα, θεοί ἐστε; 35 εἰ ἐκείνους εἶπε θεούς, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή, 36 ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε ὅτι βλασφημεῖς, ὅτι εἶπον, υἱὸς τοῦ Θεοῦ εἰμι; 37 εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι· 38 εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε, ἵνα γνῶτε καὶ πιστεύσητε ὅτι ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν αὐτῷ.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΟΙ ΤΡΙΑΝΤΑ ΟΚΤΩ ΑΒΒΑΔΕΣ ΤΟΥ ΟΡΟΥΣ ΣΙΝΑ

     Στίς 14 Ἰανουαρίου ἡ Ἐκκλησία μας τιμᾶ τη μνήμη τῶν τριάκοντα καί ὀκτώ Ἀββάδων, οἱ ὁποῖοι ζοῦσαν σέ σπηλιές καί καλύβες τοῦ ὄρους Σινᾶ. Ἡ ζωή τους ἦταν ἀσκητική. Ὁ ἕνας προσέφερε στόν ἄλλο ὅ,τι εἶχε ἀνάγκη καί ἀπό κοινοῦ συμμετεῖχαν κάθε Κυριακή στό μυστήριο τῆς θείας Εὐχαριστίας. Τήν ἥσυχη ζωή τους ὅμως διετάραξαν τά στίφη τῶν βαρβάρων. Ὁ Συναξαριστής ἀναφέρει σχετικά: «Στίφη βαρβάρων, οἱ ὁποῖοι ἐλυσσοῦσαν κατά τῆς Χριστιανικῆς πίστεως, ἐφάνησαν εἰς τάς κατοικίας τῶν χριστιανῶν ἀναχωρητῶν. Εἰς τήν ἐμφάνισιν ταύτην οἱ ἅγιοι ἐταράχθησαν κατ᾽ ἀρχάς· συνῆλθαν ὅμως παρευθύς, καί ἐνώπιον τῆς σφαγῆς καί τοῦ θανάτου ἔδειξαν θαυμαστήν ἀνδρείαν καί ἀφοβίαν. Ἄοπλοι, οὔτε εἰς τάς ἐξευτελιστικάς παρακλήσεις ὑπέκυψαν, οὔτε θρήνους ἔβαλαν, οὔτε τήν πίστιν ἠρνήθη κανένας των. Οἱ βάρβαροι τούς ἔσφαζαν μέσα εἰς τάς καλύβας των ἤ εἰς τούς κήπους των, καί αὐτοί ἀπέθνησκαν προσευχόμενοι ἤ ψάλλοντες ὕμνους, δοξολογίας καί εὐχαριστίας πρός τόν Θεόν».
Τὸ ἀπολυτίκιο τῶν Ἁγίων Ἀββάδων ἀναφέρει τά ἑξῆς:
«Ἐκ τῆς κοσμικῆς συγχύσεως ἐφύγετε, καί πρός γαλήνην κατάστασιν μετέστητε, μαρτυρίου αἵμασι, καί ἀσκήσεως πόνοις στεφόμενοι· ὅθεν καί ἀνεδείχθητε, Μαρτύρων καί Ὁσίων ὁμόσκηνοι».
Πρωτ. Δ.Δ.Τ.