Παρασκευή 4 Δεκεμβρίου 2020

Η ΑΓΙΑ ΜΕΓΑΛΟΜΑΡΤΥΣ ΒΑΡΒΑΡΑ

4 Δεκεμβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Γαλ. γ΄ 23 – δ΄ 5

 

     Πρὸ δὲ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ· ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστὲ καὶ κατ᾿ ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ, ἐφ᾿ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δέ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. ε΄ 24-34

      Καὶ ἀπῆλθε μετ᾿ αὐτοῦ· καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ ἐν ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ, σωθήσομαι. καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· τίς μου ἥψατο τῶν ἱματίων; καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις τίς μου ἥψατο; καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. ὁ δὲ εἶπεν αὐτῇ· θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Η ΑΓΙΑ ΜΕΓΑΛΟΜΑΡΤΥΣ ΒΑΡΒΑΡΑ

     Στίς 4 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῆς ἁγίας μεγαλομάρτυρος Βαρβάρας. Ἡ ἁγία Βαρβάρα ἔζησε στά χρόνια τοῦ βασιλιᾶ Μαξιμιανοῦ καί καταγόταν ἀπό τήν Ἀνατολή, ὁ δέ πατέρας της ἦταν εἰδωλολάτρης καί ἐπειδή ἦταν πολύ ὄμορφη τόσο στήν ψυχή ὅσο καί στό σῶμα, τήν εἶχε φυλακισμένη σέ ἕνα πύργο. Ἐκεῖ μέ τρόπο θεῖο διδάχθηκε τήν εὐσέβεια καί τήν πίστη πρός τόν Χριστό. Κάποτε ὁ πατέρας της πρόσταξε νά ἀνοίξουν δύο παράθυρα στό λουτρό τοῦ πύργου, ἡ ἁγία Βαρβάρα τότε διέταξε νά φτιαχθοῦν ἀντί γιά δύο τρία ὅσα εἶναι καί τά πρόσωπα τῆς Ἁγίας Τριάδος. Ὅταν ὁ πατέρας της ἔμαθε ὅτι εἶναι χριστιανή θέλησε νά τήν θανατώση, ἡ ἁγία ὅμως ἀπέδρασε καί κρυβόταν ἕως ὅτου τήν ἀνακάλυψε ἕνας ἄσπλαγχνος ἄνθρωπος, ὁ ὁποῖος καί τήν παρέδωσε στόν πατέρα της. Ἡ ἁγία τότε ὁμολόγησε τήν πίστη της μέ παρρησία καί ἔβρισε τά ἄψυχα εἴδωλα• ἔτσι τήν κτύπησε ἀνελέητα, τῆς ξέσχισε τίς σάρκες καί κατέκαψε τό σῶμα της. Ἔπειτα τῆς κτύπησε τό κεφάλι μέ σιδερένιες σφαῖρες καί τήν διαπόμπευσε δημόσια γυμνή. Τέλος τῆς ἔκοψε τήν τιμία της κεφαλή μέ τά ἴδια του τά χέρια καί ἔτσι ἡ μεγαλομάρτυς Βαρβάρα ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου. Ἡ παράδοση ἀναφέρει ὅτι ὁ πατέρας της κατεβαίνοντας ἀπό τό βουνό κτυπήθηκε ἀπό κεραυνό καί σκοτώθηκε.