Δευτέρα 16 Νοεμβρίου 2020

Ο ΑΠΟΣΤΟΛΟΣ ΚΑΙ ΕΥΑΓΓΕΛΙΣΤΗΣ ΜΑΤΘΑΙΟΣ

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ρωμ. ι’ 11 – ια’ 2

     Λέγει γὰρ ἡ γραφή· πᾶς ὁ πιστεύων ἐπ᾿ αὐτῷ οὐ καταισχυνθήσεται. οὐ γὰρ ἔστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν· πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται. πῶς οὖν ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; πῶς δὲ ἀκούσουσι χωρὶς κηρύσσοντος; πῶς δὲ κηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσι; καθὼς γέγραπται· ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά! Ἀλλ᾿ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ· Ἡσαΐας γὰρ λέγει· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ. ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; μενοῦνγε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. ἀλλὰ λέγω, μὴ οὐκ ἔγνω Ἰσραήλ; πρῶτος Μωϋσῆς λέγει· ἐγὼ παραζηλώσω ὑμᾶς ἐπ᾿ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ ὑμᾶς. Ἡσαΐας δὲ ἀποτολμᾷ καὶ λέγει· εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι. πρὸς δὲ τὸν Ἰσραὴλ λέγει· ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. Λέγω οὖν, μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν. οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή, ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραὴλ λέγων;

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. θ’ 9-13

    Παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. Καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. καὶ ἰδόντες οἱ Φαρισαῖοι εἶπον τοῖς μαθηταῖς αὐτοῦ· διατί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; ὁ δὲ Ἰησοῦς ἀκούσας εἶπεν αὐτοῖς· οὐ χρείαν ἔχουσιν οἰ ἰσχύοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες. πορευθέντες δὲ μάθετε τί ἐστιν ἔλεον θέλω καὶ οὐ θυσίαν. οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΠΟΣΤΟΛΟΣ ΚΑΙ ΕΥΑΓΓΕΛΙΣΤΗΣ ΜΑΤΘΑΙΟΣ

 Στίς 16 Νοεμβρίου ἡ Ἐκκλησία τιμᾶ τὸν Ἀπόστολο καί Εὐαγγελιστή Ματθαῖο. Ὁ Ἀπόστολος Ματθαῖος καταγόταν ἀπὸ τὴν Κανὰ τῆς Γαλιλαίας, ἦταν τελώνης κατὰ τὸ ἐπάγγελμα, ἑβραῖος στὴν καταγωγὴ καὶ γιὰ τὸ λόγο αὐτὸ ἔγραψε τὸ εὐαγγέλιό του στὴν Ἀραμαϊκή γλώσσα. Μετὰ τὴν φιλοξενία, ποὺ προσέφερε στὸν Κύριο στὸν οἶκο του, πίστευσε ὁλοκληρωτικά καὶ συναριθμήθηκε μὲ τοὺς λοιποὺς ἀποστόλους. Μετὰ τὴν Πεντηκοστὴ ὁ Ἀπόστολος Ματθαῖος ἐκήρυξε τὸ Εὐαγγέλιο στὴν χώρα τῶν Πάρθων καὶ τῶν Μήδων. Εὑρισκόμενος στὴν χώρα τῶν Πάρθων, με τὰ ἀπὸ θεία ὀπτασία πορεύθηκε στὴν πόλη Μυρμήνη τῆς Παρθίας, ὅπου ἀφοῦ ἐλευθέρωσε τὴν βασίλισσα τῆς πόλεως, τὸ γιό της καὶ τὴν νύμφη της ἀπὸ ἀκάθαρτα πνεύματα μαζὶ μὲ τὸν ἐπίσκοπο τῆς πόλεως Πλάτωνα ἐφύτευσε μία ξηρὰ ράβδο, ἡ ὁποία μὲ τὴν χάρη τοῦ Κυρίου ἐρρίζωσε καὶ ἐβλάστησε. Οἱ κλάδοι τῆς ράβδου ἔσταζαν χυμούς, οἱ ὁποῖοι εἶχαν τὴν γλυκύτητα τοῦ μέλιτος, κοντὰ δὲ στὴν ρίζα της ἀνέβλυσε καθαρότατο νερό. Οἱ κάτοικοι τῆς πόλεως λόγῳ τῆς πίστεώς τους στὰ εἴδωλα εἶχαν γίνει θηριογνώμονες. Μεταλαμβάνοντας ὅμως ἀπὸ τὴν γλυκύτητα τοῦ δένδρου καὶ λουόμενοι ἀπὸ τὴν πηγὴ σταμάτησαν νὰ κάνουν πλέον παρανομίες. Ὁ εἰδωλολάτρης βασιλιὰς τῆς πόλεως ὅμως τὸν ὑπέβαλε σὲ βασανιστήρια καὶ στὸ τέλος ὁ Ἀπόστολος Ματθαῖος τελειώθηκε ἐν Κυρίῳ διὰ πυρός. Ὁ βασιλέας μετὰ ἀπὸ θαῦμα, ποὺ ἔκανε τὸ τίμιο λείψανο τοῦ Ἀπ. Ματθαίου, ἐπίστευσε στὸν Κύριο, βαπτίσθηκε καὶ μετονομάσθηκε Ματθαῖος. Κατόπιν συνέτριψε τὰ εἴδωλα καὶ ἔπεισε τοὺς ὑπηκόους του νὰ πιστέψουν στὸν Κύριο.