Δευτέρα 19 Οκτωβρίου 2020

ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΤΗΣ ΡΙΛΑ

19 Ὀκτωβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Πρξ. β’ 14-21

Σταθεὶς δὲ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρε τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς· ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἅπαντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. οὐ γάρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύουσιν· ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας· ἀλλὰ τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ· καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται· καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ προφητεύσουσι. καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. καὶ ἔσται πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. θ’ 18-22

Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον καταμόνας, συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι; οἱ δὲ ἀποκριθέντες εἶπον· Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. εἶπε δὲ αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε· τὸν Χριστὸν τοῦ Θεοῦ. ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλε μηδενὶ λέγειν τοῦτο, εἰπὼν ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΤΗΣ ΡΙΛΑ

Στίς 19 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὸν ἅγιο Ἰωάννη τῆς Ρίλα. Ὁ ἅγιος Ἰωάννης γεννήθηκε σὲ ἕνα χωριὸ κοντὰ στὴ Σόφια τῆς Βουλγαρίας ἀπὸ γονεῖς εὐσεβεῖς καὶ ἐναρέτους ἐπὶ Κωνσταντίνου τοῦ Διογένους τὸ 884. Ἀπὸ νεαρὴ ἡλικία ὁ ἅγιος διακρινόταν γιὰ τὴν χρηστοήθειά του, τὴν ἀγάπη καὶ τὸν φόβο πρὸς τὸ Θεό. Ἀφοῦ μοίρασε τὴν περιουσία του πῆγε σὲ μοναστήρι, ὅπου ἐπιδόθηκε στὴν ἄσκηση τῶν ἀρετῶν καὶ ἰδιαίτερα στὴν ταπείνωση καὶ στὴν ὑπακοή. Μετὰ ἀπὸ θεία ὀπτασία ἀποτραβήχτηκε στὴν ἡσυχία τρεφόμενος μὲ ἄγρια βότανα, ἀσκούμενος στὴν προσευχὴ καὶ στὴν ἀγρυπνία καὶ πειραζόμενος ἀπὸ τοὺς δαίμονες. Ἀργότερα ἀποτραβήχτηκε στὴν ἐσωτερικὴ ἔρημο τοῦ ὄρους Ρίλα καὶ κατοίκησε στὸ κούφωμα ἑνὸς δένδρου, ὅπου ἐτρέφετο μὲ ρεβύθια, τὰ ὁποῖα ἐβλάστησαν μετὰ ἀπὸ θεία πρόνοια. Ὁ ἅγιος μετὰ ἀπὸ πολλοὺς ἀγῶνες στολίσθηκε μὲ τὶς ἀρετές. Θεράπευσε  δαιμονισμένους μὲ τὴν προσευχὴ του, ἄγγελος Κυρίου τὸν ἔτρεφε μὲ οὐράνιο ἄρτο κάθε ἡμέρα, ἀλλὰ καὶ ὁ ἴδιος ὁ εὐσεβὴς βασιλιὰς τῶν Βουλγάρων Πέτρος πῆγε στὸ ὄρος ἐκεῖνο, γιὰ νὰ τὸν εὐλογήση ὁ ἅγιος. Παρέμεινε ὁ ἅγιος Ἰωάννης στὸ ὄρος Ρίλα μέχρι τὸ τέλος τῆς ζωῆς του, ὅπου πολλοὶ εὐλαβεῖς ἄνθρωποι συγκεντρώθηκαν γύρω του μιμούμενοι τὴν ἔνθεο πολιτεία του καὶ γιὰ τὸν λόγο αὐτὸ ἵδρυσε ἱερὰ Μονή. Ἔζησε ἑβδομήντα ἔτη καὶ παρέδωσε τὴν ἁγία ψυχή του στὸν Κύριο· ἐτάφη ἀπὸ τοὺς μαθητές του στὸ σπήλαιο ὅπου ἀσκήτεψε, τὸ δὲ ἅγιο λείψανό του μετὰ τὸν ἐνταφιασμὸ του ἀνέδιδε ἄρρητη εὐωδία.