Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Κυρίλλου ἀρχιεπισκόπου Ἱεροσολύμων
Υπαπαντή του Κυρίου ημών Ιησού Χριστού
Χαῖρε σφόδρα, θύγατερ Σιών.Κήρυττε χαράν, θύγατερ Ἱερουσαλήμ.
Χόρευε λαὸς πόλεως τῆς τοῦ Θεοῦ.
Σκιρτήσατε πύλαι καὶ τείχη Σιὼν καὶ πᾶσα ἡ γῆ.
Βοήσατε τὰ ὄρη, καὶ οἱ βουνοὶ μεγάλα σκιρτήσατε.
Ποταμοὶ κροτήσατε χεῖρας, καὶ ὄχλοι Σιὼν περιλάβετε, Θεοῦ παρουσίαν ἐν αὐτῇ βλέποντες.
Συμφωνείτω σήμερον τὰ οὐράνια τοῖς ἐπιγείοις, καὶ ἀνυμνείτω ἡ ἄνω μετὰ τῆς κάτω Ἱερουσαλήμ, διὰ Χριστὸν τὸν ἐν αὐτῇ, Οὐράνιον καὶ Ἐπίγειον.
Οὐράνιον νοεραὶ δυνάμεις περιχορεύσατε, Ἐπίγειον οἱ ἐπὶ τῆς γῆς σὺν ἀγγέλοις ὑμνήσατε.
Σήμερον γὰρ ὤφθη ὁ Θεὸς τῶν θεῶν ἐν Σιών.
Σήμερον δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ Ἱερουσαλήμ, ἡ πόλις τοῦ Βασιλέως τοῦ Μεγάλου ἄνοιγε τὰς πύλας τῷ ἀνοίξαντι πᾶσι τὰς οὐρανίους πύλας καὶ ἀνοίξαντι πᾶσι τὰς παραδείσου πύλας καὶ ἀνοίξαντι τῶν τάφων ἐπὶ σταυροῦ τὰς πύλας καὶ συντρίψαντι ᾅδου τὰς ἀπ’ αἰῶνος πύλας καὶ συγκλείσαντι παραδόξως τῆς παρθενίας τὰς πύλας.
Σήμερον ὁ πάλαι τῷ Μωσῇ χρηματίσας ἐπὶ τοῦ ὄρους Σινᾶ θεοπρεπῶς πληροῖ τὸν νόμον ὑπὸ νόμον γενόμενος δουλοπρεπῶς.
Σήμερον ὁ Θεὸς ἀπὸ Θαιμὰν ἐν Σιὼν ἔρχεται.
Σήμερον ὁ Οὐράνιος νυμφίος μετὰ Θεομήτορος παστάδος ἐν τῷ ναῷ παραγίνεται.
Θυγατέρες Ἱερουσαλὴμ ἐξέλθετε εἰς ἀπάντησιν Αὐτοῦ.
Τὰς λαμπάδας φαιδρῶς τῷ φωτὶ τῷ ἀληθινῷ ἐξάψατε, τοὺς χιτῶνας τῶν ψυχῶν τῷ νυμφίῳ Χριστῷ εὐτρεπίσατε.

Μετὰ τῆς Σιὼν οἱ τῶν ἐθνῶν λαοὶ φωτοφοροῦντες ὑπαντήσωμεν.
Ἐν τῷ ναῷ σὺν τῷ ναῷ καὶ Θεῷ καὶ Χριστῷ συνεισέλθωμεν.
Μετὰ ἀγγέλων τὸν τῶν ἀγγέλων ὕμνον βοήσωμεν·
Ἅγιος, Ἅγιος, Ἅγιος Kύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης Aὐτοῦ.
Πλήρη τὰ πέρατα τοῦ κόσμου τῆς ἀγαθότητος Aὐτοῦ.
Πλήρης πᾶσα ἡ κτίσις τῆς αἰνέσεως Αὐτοῦ.
Πλήρης πᾶσα ἡ ἀνθρωπότης τῆς συγκαταβάσεως Αὐτοῦ.
Τὰ οὐράνια, τὰ ἐπίγεια, τὰ καταχθόνια πλήρη τῆς εὐσπλαγχνίας Αὐτοῦ,
πλήρη τοῦ ἐλέους Αὐτοῦ,
πλήρη τῶν οἰκτιρμῶν,
πλήρη τῶν δωρεῶν,
πλήρη τῶν εὐεργεσιῶν Αὐτοῦ.

Τοιγαροῦν πάντα τὰ ἔθνη κροτήσατε χεῖρας.
Πάντα τὰ πέρατα τῆς γῆς δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Πᾶσα ἡ γῆ προσκυνησάτω, πᾶσα γλῶσσα ᾀσάτω,
πᾶσα ψαλλέτω, πᾶσα δοξολογησάτω Παιδίον Θεόν, τεσσαρακονθήμερον καὶ προαιώνιον,
Παιδίον μικρὸν καὶ Παλαιὸν τῶν ἡμερῶν,
Παιδίον θηλάζον καὶ τῶν αἰώνων Ποιητήν.
Βρέφος βλέπω καὶ Θεόν μου γνωρίζω,
Βρέφος θηλάζον καὶ τὸν κόσμον διατρέφον,
Βρέφος κλαυθμυρίζον καὶ κόσμῳ ζωὴν καὶ χαρὰν χαριζόμενον,
Βρέφος σπαργανούμενον καὶ τῶν σπαργάνων με τῆς ἁμαρτίας λυτρούμενον,
Βρέφος ἐν ἀγκάλαις Μητρὸς μετὰ σαρκὸς ἀληθῶς ἀνελλιπῶς ἐπὶ γῆς,
καὶ Αὐτὸν καὶ ἐν κόλποις τοῦ Πατρὸς ἀληθῶς καὶ ἀνελλιπῶς ἐν οὐρανοῖς.

Βρέφος βλέπω ἐκ Βηθλεὲμ εἰς Ἱερουσαλὴμ εἰσερχόμενον καὶ τῆς ἄνω Ἱερουσαλὴμ οὐδαμῶς χωριζόμενον.
Βρέφος βλέπω νομικῶς τῷ ναῷ θυσίαν προσάγων ἐπὶ γῆς, ἀλλ’ Αὐτὸ τὰς πάντων εὐσεβεῖς θυσίας δεχόμενον ἐν οὐρανοῖς,
Αὐτὸν ἐν ἀγκάλαις τοῦ πρεσβύτου οἰκονομικῶς καὶ
Αὐτὸν ἐν θρόνοις χερουβικοῖς θεοπρεπῶς,
Αὐτὸν προσφερόμενον καὶ ἁγνιζόμενον καὶ
Αὐτὸν τὰ πάντα ἁγνίζοντα καὶ καθαίροντα.
Αὐτὸς τὸ δῶρον καὶ Αὐτὸς ὁ ναὸς ὤν.
Αὐτὸς ὁ ἀρχιερεὺς καὶ Αὐτὸς τὸ θυσιαστήριον,
Αὐτὸς τὸ ἱλαστήριον [καὶ Αὐτὸς ὁ πρεσβεύων].
Καὶ Aὐτὸς ὁ προσφέρων
καὶ Αὐτὸς ὁ ὑπὲρ κόσμου θυσία προσφερόμενος,
καὶ Αὐτὸς τὰ ξύλα τῆς ζωῆς καὶ τῆς γνώσεως,
Αὐτὸς ὁ ἀμνὸς καὶ Αὐτὸς τὸ πῦρ ὑπάρχων.
Αὐτὸς ἡ ὁλοκαύτωσις καὶ Αὐτὸς ἡ μάχαιρα τοῦ πνεύματος.
Αὐτὸς ὁ ποιμὴν καὶ Αὐτὸς τὸ ἀρνίον.
Αὐτὸς ὁ θύτης καὶ Αὐτὸς ὁ θυόμενος.
Αὐτὸς ὁ ἀναφερόμενος καὶ Αὐτὸς ὁ τὴν θυσίαν δεχόμενος.
Αὐτὸς ὁ νόμος καὶ Αὐτὸς ὁ νῦν ὑπὸ νόμον γινόμενος.

Ἀλλὰ γὰρ φέρε λοιπὸν τὰ περὶ τῆς ἡμέρας ἐκ τῶν ἱερῶν εὐαγγελίων ἀκούσωμεν.
Φησὶ γὰρ περὶ Χριστοῦ ὁ θαυμάσιος Λουκᾶς, ὅτι, ὅτε ἐπληρώθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωυσέως, ἀνήγαγον τὸν Ἰησοῦν εἰς Ἱερουσαλήμ, τοῦ παραστῆσαι Αὐτὸν τῷ Κυρίῳ, καθὼς γέγραπται ἐν τῷ νόμῳ Κυρίου, ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν Ἅγιον τῷ Κυρίῳ κληθήσεται.
Σαμουὴλ μὲν οὖν καὶ Ἰσαὰκ ὁμοῦ τε καὶ Ἰακὼβ Ἰωσήφ τε καὶ ἕτεροι οἱ ἐκ στειρώσεως παρ’ ἐλπίδα τεχθέντες καὶ διανοίξαντες ἀκάρπους μήτρας μητέρων ἅγιοι τῷ Κυρίῳ ἐκλήθησαν, Χριστὸς δὲ ὁ μόνος ἐκ μόνης, τοῦ μόνου μονογενής, Παρθένου τεχθεὶς καὶ μὴ διανοίξας πύλας παρθενικὰς οὐχ Ἅγιος τῷ Κυρίῳ, ἀλλ’ Ἅγιος τῶν ἁγίων καὶ Κύριος τῶν κυρίων καὶ Θεὸς τῶν θεῶν καὶ Πρωτότοκος τῶν πρωτοτόκων ἀρχόντων ἄρχων τε καὶ Βασιλεὺς βασιλευόντων καὶ κληθήσεται καὶ πιστευθήσεται καὶ προσκυνηθήσεται καὶ νῦν ἐν τῷ ναῷ ὑπὸ Συμεὼν κηρυχθήσεται.

Ἦν γάρ, φησίν, ἄνθρωπος ἐν Ἱερουσαλήμ, ᾧ ὄνομα Συμεών.
Καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος, καὶ πνεῦμα Ἅγιον ἦν ἐν αὐτῷ.
Καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἰδεῖν τὸν Χριστὸν Κυρίου.
Καὶ ἦλθεν ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν.
Καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν, τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ Αὐτοῦ, καὶ αὐτὸς ὁ Συμεὼν ἐδέξατο Αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ καὶ ηὐλόγησε τὸν Θεὸν καὶ εἶπε·
Νῦν ἀπολύεις τὸν δοῦλόν Σου, Δέσποτα, κατὰ τὸ ῥῆμά Σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν Σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ Σου Ἰσραήλ.
Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου,
ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις Αὐτοῦ;
Ὁ κατέχων τὴν γῆν πᾶσαν δρακὶ ἀγκάλαις πρεσβύτου χωρεῖται, καὶ βαστάζεται ὁ φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως Αὐτοῦ.

Ἀγαλλιάσθω ὁ Ἀδὰμ διὰ Συμεὼν πρὸς Χριστὸν λέγων·
Νῦν ἀπολύεις τὸν δοῦλόν Σου, Δέσποτα, κατὰ τὸ ῥῆμά Σου ἐν εἰρήνῃ.
Νῦν ἀπολύεις με τῶν αἰωνίων δεσμῶν νῦν ἀπολύεις με τῆς φθορᾶς.
Νῦν ἀπολύεις με τοῦ θανάτου.
Νῦν ἀπολύεις με τῆς λύπης, ὁ ἐμὸς Υἱὸς καὶ Θεός.
Ὃν ἐν τῷ ναῷ Συμεὼν ἐναγκαλιζόμενος καὶ τὸ ξένον τῆς οἰκονομίας μυστήριον πᾶσι τοῖς ἔθνεσι καὶ Ἰουδαίοις εὐαγγελιζόμενος σκιρτᾷ καὶ ἀγαλλιᾷ, καὶ λαμπρᾷ καὶ διαπρυσίῳ φωνῇ περὶ Αὐτοῦ ἀνακέκραγε λέγων·
Οὗτός ἐστιν ὁ ὢν καὶ προὼν καὶ ἀεὶ τῷ Πατρὶ συμπαρών, ὁμοούσιος, ὁμόθρονος, ὁμόδοξος, ὁμοδύναμος, ἰσοδύναμος, παντοδύναμος, ἄναρχος, ἄκτιστος, ἀναλλοίωτος, ἀπερίγραπτος, ἀόρατος, ἄῤῥητος, ἀκατάληπτος, ἀψηλάφητος, ἀκατανόητος, ἀτέκμαρτος.

Οὗτός ἐστι τῆς πατρικῆς δόξης τὸ ἀπαύγασμα.
Οὗτός ἐστιν ὁ χαρακτὴρ τῆς πάντων συστάσεως.
Τοῦτο τὸ φῶς τῶν φώτων, ἐκ πατρικῶν ἀνατέλλον τῶν κόλπων.
Οὗτος ὁ Θεὸς τῶν θεῶν, καὶ ἐκ Θεοῦ Θεὸς γνωριζόμενος.
Οὗτος ἡ πηγὴ τῆς ζωῆς ἐκ πηγῆς τῆς τοῦ Πατρὸς ζωῆς προερχόμενος.
Οὗτος ὁ ποταμὸς τοῦ Θεοῦ, ἐξ ἀβύσσου θείας ἐκπορευόμενος, ἀλλ’ οὐ χωριζόμενος.
Οὗτος ὁ θησαυρὸς τῆς ἀγαθότητος τῆς πατρικῆς καὶ ἀεννάου μακαριότητος.
Τοῦτο τὸ ὕδωρ τῆς ζωῆς καὶ τὸ ζωὴν τῷ κόσμῳ χαριζόμενον.
Οὗτος ἡ ἀκτὶς ἡ ἄκτιστος, ἐκ προφώτου ἡλίου γεννώμενος, ἀλλ’ οὐ τεμνόμενος.

Οὗτός ἐστιν ὁ ἐκ μὴ ὄντων εἰς τὸ εἶναι Θεὸς λόγος λόγῳ μόνῳ τὰ πάντα συστησάμενος.
Oὗτός ἐστιν ὁ ἑωσφόρος πρὸ ἑωσφόρου τὰς ἀσωμάτους διακοσμήσας δυνάμεις τῶν οὐρανίων, ἀσωμάτων, ἀοράτων στρατευμάτων καὶ ταγμάτων.
Οὗτός ἐστιν ὁ τανύσας τὸν οὐρανὸν μόνος καὶ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους.
Οὗτός ἐστιν ὁ ὀμίχλῃ σπαργανώσας τὴν ἄβυσσον.
Οὗτός ἐστιν ὁ στερεώσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων.
Οὗτός ἐστιν ὁ ψάμμῳ περιτειχίσας τὴν θάλασσαν.
Οὗτός ἐστιν ὁ διορίσας τὸ φῶς ἀπὸ τοῦ σκότους.
Οὗτός ἐστιν ὁ τὴν κυκλικὴν τῶν ἀστέρων συντάξας διακόσμησιν.
Οὗτός ἐστιν ὁ πάντα τὸν ὁρώμενον καὶ νοούμενον κόσμον ἐν σοφίᾳ συστησάμενος.
Οὗτος ὁ χερσὶν ἀχειροπλάστοις ἐκ πηλοῦ διαπλάσας καὶ μορφώσας τὸν ἄνθρωπον.
Οὗτός ἐστιν ὁ κατ’ εἰκόνα Θεοῦ δημιουργήσας ἡμᾶς, καὶ νῦν Aὐτὸς κατ’ εἰκόνα τὴν ἡμετέραν γενόμενος ἄνθρωπος.
Ἄνθρωπος, ἀλλὰ μὴν καὶ Θεὸς ὁ Αὐτός.
Ἄνθρωπος τὸ ὁρώμενον, ὅλως ὡς κἀγὼ αὐτὸς μετὰ τῶν ἐμῶν, ἵνα με καθαρίσας σώσῃ, Θεὸς τὸ νοούμενον, τέλειος ἐκ τελείου Πατρὸς τὴν οὐσίαν ἔχων.
Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων δεσποτικῇ νῦν τὴν ἐμὴν μορφὴν ἔλαβε τὴν δουλικήν, οὐ μειώσας τῆς θεότητος τὸ ἀξίωμα, ἀλλ’ ἁγιάσας τῆς ἐμῆς φύσεως τὸ φύραμα.
Ἄνω ὅλος καὶ κάτω ὅλος ὁ Αὐτὸς γνωριζόμενος, ἄνω γεννηθεὶς ἀχρόνως καὶ κάτω ἀσπόρως, τῶν ἄνω ποιητὴς ὡς Θεὸς καὶ κάτω ποίημα ὡς ἄνθρωπος.

Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἄκουε, Ἰσραήλ.
Κύριος ὁ Θεός σου οὗτός ἐστιν ὃν ἐγὼ ὁ σὸς ἱερεὺς Συμεὼν ἐν ἀγκάλαις βαστάζων μεγάλῃ κηρύττω τῇ φωνῇ τῷ λαῷ ἐν τῷ ναῷ διαμαρτυρόμενος.
Διὸ προσέχετε λαός μου τὸν λόγον μου, κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου.
Τοῦτο τὸ παιδίον ἐστί, περὶ οὗ Ἰσαΐας προεκήρυξε λέγων, ὅτι παιδίον ἐγεννήθη ἡμῖν, Υἱὸς καὶ ἐδόθη ἡμῖν, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς (τῆς τοῦ Πατρός) ἄγγελος, θαυμαστός, σύμβουλος, Θεὸς ἰσχυρός, ἐξουσιαστής, ὦ Ἰσραήλ, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος.
Εἰ οὖν Θεὸς ἰσχυρὸς τοῦτο τὸ Παιδίον, περὶ Αὐτοῦ δῆλον ὅτι εἴρηκε ∆αβίδ·
Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών.
Περὶ τούτου παιδίου Ἱερεμίας βοᾷ·
Ὅτι ὁ Θεὸς ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη.

Τοῦτο τὸ Παιδίον ἐστὶν ὁ πάλαι τῷ Ἰσραὴλ
τὴν θάλασσαν διαῤῥήξας καὶ τὸν φαραὼ βυθίσας καὶ τὸν νόμον δοὺς τοῖς
Ἰσραηλίταις καὶ τὸ μάννα ἐπομβρίσας καὶ στύλῳ πυρὸς τὸ γένος τῶν Ἑβραίων
ὁδηγήσας καὶ πέτραν ῥήξας καὶ βάτον πυροδρόσου φλογὸς ἄφλεκτον φυλάξας.
Τοῦτο τὸ Παιδίον τεσσαρακονταετῆ φονευτὴν Μωσέα τοῦ αἰγυπτιακοῦ λαοῦ πεποίηκε καὶ τεσσαράκοντα ἔτη ποιμένα προβάτων ἀνέδειξε καὶ τεσσαράκοντα ἔτη ὁδηγὸν τῷ Ἰσραὴλ κατέστησε, καὶ τεσσαράκοντα ἡμέρας νηστεῦσαι ἐδυνάμωσεν, ὡς καὶ αὐτὸ τὸ Παιδίον μετὰ τὸ βάπτισμα τεσσαράκοντα ἡμέρας ἐνήστευσε καὶ μετὰ τεσσαράκοντα ἡμέρας τῆς ἐκ νεκρῶν ἀναστάσεως εἰς τὴν ἄνω Ἱερουσαλὴμ ἀνελήλυθε καὶ μετὰ τεσσαράκοντα ἡμέρας τῆς ἐκ Παρθένου γεννήσεως νῦν εἰς τὴν ἐπίγειον Ἱερουσαλὴμ εἰσελήλυθε.

Περὶ τούτου τοῦ Παιδίου Ἀμβακοὺμ προεκήρυξε λέγων·
ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει, τουτέστιν ἐκ τοῦ νότου.
Ἐκ νότου γὰρ τῆς Ἱερουσαλήμ, ἐκ Βηθλεέμ, νῦν ἐν Σιὼν εἰσελήλυθε.
Διὰ τοῦτο τὸ Παιδίον Μωυσῆς ὑμῖν διεμαρτύρετο λέγων ὅτι προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, καὶ πᾶς ὁ μὴ ἀκούων Αὐτοῦ ἐξολοθρευθήσεται ἡ ψυχὴ αὐτοῦ.
Περὶ τούτου τοῦ παιδίου ὁ προφήτης ∆αβὶδ ηὔχετο λέγων·
Ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ ἐμφάνηθι, ἐξέγειρον τὴν δυναστείαν Σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
Καὶ πάλιν·
Ταχὺ προκαταλαμβανέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί Σου Κύριε.
Καὶ πάλιν·
Κύριε κλῖνον τοὺς οὐρανούς Σου καὶ κατάβηθι.
Καὶ ἄλλως·
Σὺ κύριε ὁ Θεὸς τῶν δυνάμεων πρόσσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη.
Διὸ γνῶτε ἔθνη καὶ ἡττᾶσθε.

Ἴδετε Ἰουδαῖοι καὶ πείσθητε ὅτι τοῦτο τὸ Παιδίον ὑμνοῦσιν ἄγγελοι,
Τούτῳ προσκυνοῦσιν ἀρχάγγελοι,
Τοῦτο τρέμουσιν ἐξουσίαι,
Τοῦτο δοξάζουσι δυνάμεις,
Τούτῳ δουλεύουσι τὰ Χερουβίμ,
Τοῦτο θεολογεῖ τὰ Σεραφίμ.
Τούτῳ δουλεύει ὁ ἥλιος,
Τούτῳ λειτουργεῖ σελήνη,
Τούτῳ ὑπακούει τὰ στοιχεῖα,
Τούτῳ ὑποτάσσονται αἱ πηγαί.
Τοῦτο τὸ παιδίον ἰδοῦσαι πύλαι ᾅδου συνετρίβησαν,
πύλαι δὲ οὐράνιοι ἀνεπετάσθησαν, καὶ ᾅδης ἰδὼν ἐτρόμαξε.
Τοῦτο τὸ παιδίον θάνατον κατήργησε,
τὸν διάβολον ᾔσχυνε,
τὴν κατάραν ἔλυσε,
τὴν λύπην κατέπαυσε,
τὸν ὄφιν συνέτριψε,
τὸ μεσότοιχον διέκοψε,
τὸ πονηρὸν χειρόγραφον τῶν ἁμαρτιῶν διέῤῥηξε,
τὴν ἁμαρτίαν ἐπάτησε,
τὴν πλάνην κατέλυσε,
τὴν κτίσιν ἀνέστησε.
Τοῦτο τὸ παιδίον τὸν Ἀδὰμ διέσωσε,
τὴν Εὔαν ἀνέπλασε,
τὰ ἔθνη ἐκάλεσε,
τὸν κόσμον ἐφώτισε.

∆ιὸ δεῦτε καὶ ὑμεῖς φιλόχριστοι καὶ φιλόθεοι.
Τῇ τοῦ Κυρίου καὶ Δεσπότου ὑπαντῇ φαιδροὶ πάντες καὶ καθαροὶ ὑπαντήσωμεν, μὴ νομικῶς, ἀλλὰ πνευματικῶς, μὴ γαστρὶ τρυφῶντες, ἀλλὰ πνεύματι σκιρτῶντες, μὴ οἴνῳ μεθύοντες, ἀλλὰ τῷ πνεύματι ζέοντες.
Οὕτως σήμερον φαιδροὶ φαιδρῶς τὰς λαμπάδας κοσμήσωμεν.
Οὕτως ὡς υἱοὶ φωτὸς τοὺς κηροὺς τῷ φωτὶ τῷ ἀληθινῷ Χριστῷ προσαγάγωμεν, διότι φῶς εἰς ἀποκάλυψιν ἐθνῶν τῷ κόσμῳ ἐπέφανε.
Διὸ ὡς φῶτα ἐκ φωτὸς ὑπὲρ χιόνα ἀναλάμψωμεν, ὑπὲρ γάλα τυρωθέντες, ὑπὲρ λίθον σάπφειρον αὐγασθέντες, ὑπὲρ περιστερὰς ἀσπίλους εἰς οὐρανοὺς ἀναπτάντες, οὕτως ἐν νεφέλαις εἰς Θεοῦ ὑπάντησιν ἐξέλθωμεν.

Ἅπαντες σήμερον καὶ διὰ παντὸς τὰ τῆς ἑορτῆς βοήσωμεν.
Μετὰ ἀγγέλων χορεύσωμεν.
Μετὰ ποιμένων καταυγασθῶμεν.
Μετὰ μάγων προσκυνήσωμεν.
Μετὰ τῆς Βηθλεὲμ ἑορτάσωμεν.
Μετὰ τῆς Σιὼν ὑπαντήσωμεν.
Μετὰ τοῦ ναοῦ ἁγιασθῶμεν.
Μετὰ τῆς Παρθένου μεγαλύνοντες ἀγαλλιασθῶμεν.
Μετὰ Ἰωσὴφ προσενέγκωμεν ὡς δύο τρυγόνας τὴν ψυχὴν καὶ τὸ σῶμα.
Μετὰ Συμεὼν Χριστὸν ἐναγκαλισώμεθα, καὶ μετὰ Ἄννης ἀνθομολογησώμεθα.
Ὅπως τῶν αἰωνίων ἀγαθῶν ἐντὸς γενώμεθα χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.