Αγιολόγιον - Πρόσωπα

ΕΟΡΤΑΖΕΙ 6 ΦΕΒΡΟΥΑΡΙΟΥ

ΑΓΙΟΥ ΒΟΥΚΟΛΟΥ

ΕΠΙΣΚΟΠΟΥ ΣΜΥΡΝΗΣ

Σμύρνης ὁ ποιμὴν Βουκόλος θυηπόλος,

Ἄγρυπνός ἐστι καὶ θανὼν ποίμνης φύλαξ.

Ἀγλαὸν ἠελίοιο φάος λίπε Βουκόλος ἕκτῃ.

ΒΟΥΚΟΛΟΣ ὁ ἐν Ἁγίοις Πατὴρ ἡμῶν, ἐκ νεαρᾶς ἡλικίας καθαρίσας τὸν ἑαυτόν του, ἔγινε κατοικητήριον τοῦ Ἁγίου Πνεύματος· ὅθεν εὑρὼν αὐτὸν δόκιμον καὶ ἄξιον ὁ πανεύφημος καὶ ἠγαπημένος τοῦ Χριστοῦ Μαθητής, Ἰωάννης ὁ Θεολόγος, ἐχειροτόνησεν αὐτὸν Ἐπίσκοπον καὶ Ποιμένα τῆς ἐν Σμύρνῃ Ἐκκλησίας. Ὁ θεῖος λοιπὸν οὗτος Ἱεράρχης, ὑπὸ τοῦ Ἁγίου Πνεύματος φωτιζόμενος, ἐφώτιζε καὶ αὐτὸς τοὺς ἐν τῷ σκότει τῆς ἀγνωσίας εὑρισκομένους Ἕλληνας καὶ διὰ τοῦ ἁγίου Βαπτίσματος ἐποίει αὐτοὺς υἱοὺς φωτὸς καὶ ἡμέρας, ἐλευθερώνων αὐτοὺς ἀπὸ τῶν ἀνημέρων θηρίων, ἤτοι ἀπὸ τῶν ἀγρίων καὶ σκοτεινῶν δαιμόνων.
 Μέλλων δὲ ὁ Ἅγιος νὰ ἀποδημήσῃ πρὸς Κύριον, ἐχειροτόνησε τὸν Ἅγιον Πολύκαρπον διάδοχον εἰς τὴν αὐτὴν μεγαλόπολιν Σμύρνην καὶ ποιμένα καὶ διδάσκαλον αὐτὸν κατέστησε τῶν λογικῶν προβάτων καὶ οὕτως ἀπῆλθε πρὸς Κύριον. Ὅταν δὲ ἐνεταφιάσθη τὸ ἅγιον αὐτοῦ λείψανον, ἔκαμεν ὁ Θεὸς νὰ βλαστήσῃ ἐκ τοῦ τάφου του δένδρον, τὸ ὁποῖον ἐχάριζε καὶ χαρίζει ἕως τὴν σήμερον διαφόρους ἰατρείας εἰς τοὺς προστρέχοντας αὐτῷ μετὰ πίστεως.

Ο ΜΕΓΑΣ ΣΥΝΑΞΑΡΙΣΤΗΣ ΤΗΣ ΟΡΘΟΔΟΞΟΥ ΕΚΚΛΗΣΙΑΣ, ΕΚΔΙΔΕΤΑΙ ΑΝΑΛΩΜΑΣΙ ΚΑΙ ΕΠΙΜΕΛΕΙΑ ΥΠΟ ΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΟΙΝΟΗΣ ΜΑΤΘΑΙΟΥ ΛΑΓΓΗ – ΨΗΦΙΟΠΟΙΗΣΗ: Ι.Ν.ΑΓΙΩΝ ΤΑΞΙΑΡΧΩΝ ΙΣΤΙΑΙΑΣ