ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἐφεσ. ε΄ 8-19
8 Ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε· – 9 ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ·- 10 δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. 11 καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· 12 τὰ γὰρ κρυφῆ γινόμενα ὑπ᾿ αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν· 13 τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι. 14 διὸ λέγει· ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. 15 Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ᾿ ὡς σοφοί, 16 ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. 17 διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. 18 καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, 19 λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἰω. ι’ 9-16
9 Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. 10 ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. 11 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· 12 ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. 13 ὁ δἑ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. 14 ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, 15 καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. 16 καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Στίς 12 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ὁσίου καί θεοφόρου πατρός ἡμῶν Σπυρίδωνος τοῦ θαυματουργοῦ. Ὁ ἅγιος Σπυρίδωνας γεννήθηκε στά τέλη τοῦ 3ου αἰώνα στήν Κύπρο καί ἦταν ταπεινός καί ἁπλός ἄνθρωπος. Ἀπό νεαρά ἡλικία ἔγινε βοσκός προβάτων καί ἤξερε λίγα γράμματα, μέ τά ὁποῖα δίδασκε ἁπλούς ἀνθρώπους τά λόγια τοῦ Εὐαγγελίου. Ὅταν ἦλθε σέ ἡλικία νυμφεύθηκε καί ἀπέκτησε παιδιά. Κατόπιν ἡ γυναίκα του κοιμήθηκε καί ὁ ἅγιος Σπυρίδωνας ἔγινε ἱερέας λογικῶν προβάτων καί ἀργότερα ἐπίσκοπος στόν θρόνο τῆς Τριμυθούντας τῆς Κύπρου. Ὁ Θεός τόν στόλισε μέ ὅλες τίς ἀρετές καί ἰδιαίτερα μέ τήν πραότητα, τήν ταπεινοφροσύνη, τήν εὐσπλαγχνία, τήν ἀφιλοχρηματία καί τήν ἐλεημοσύνη, γι΄ αὐτό τοῦ δώρισε καί τήν ἀρετή τῆς θαυματουργίας. Ἔτσι μέ τήν προσευχή του πρόσφερε στό ποίμνιό του ἄφθονη βροχή σέ περίοδο ἀνομβρίας, μετέβαλε ἕνα φίδι σέ χρυσό χάριν ἐλεημοσύνης, ἁμαρτωλούς ἀνθρώπους ὁδήγησε στήν μετάνοια μέ θαυματουργικό τρόπο, νεκρό παιδί ἀνέστησε καί ἀρρώστους ἰάτρευσε. Ἦταν τόση ἡ χάρη του, πού ὅταν λειτουργοῦσε παρίσταντο ἅγγελοι καί συλλειτουργοῦσαν. Ὁ ἅγιος Σπυρίδωνας τό 325 πῆρε μέρος στήν πρώτη Οἰκουμενική Σύνοδο ἐπί Μεγάλου Κωνσταντίνου, ὅπου κατήσχυνε τόν Ἄρειο μέ τό θαῦμα, πού ἐπιτέλεσε. Σέ μεγάλη ἡλικία παρέδωσε τήν ἁγνή ψυχή του στόν Θεό καί τό λείψανό του ἀπό τότε εἶναι πηγή θαυμάτων καί ἰάσεων.
Ἀπολυτίκιον
(Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.)
Τῆς Συνόδου τῆς πρώτης ἀνεδείχθης ὑπέρμαχος, καὶ θαυματουργὸς θεοφόρε Σπυρίδων πατὴρ ἡμῶν· διὸ νεκρᾷ σὺ ἐν τάφῳ προσφωνεῖς, καὶ ὄφιν εἰς χρυσοῦν μετέβαλες· καὶ ἐν τῷ μέλπειν τὰς ἁγίας σου εὐχάς, Ἀγγέλους ἔσχες συλλειτουργοῦντάς σοι ἱερώτατε. Δόξα τῷ σὲ δοξάσαντι· δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῶ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Μεγαλυνάριον
Χαίροις τῶν θαυμάτων ὁ ποταμός· χαίροις ἀσθενούντων καί πασχόντων ὁ ἰατρός· χαίροις τῶν λογίων, τοῦ Πνεύματος ὁ σπόρος, Σπυρίδων Τριμυθοῦντος Ποιμήν τρισόλβιε.