ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἑβρ. θ’ 1-7
1 Εἶχε μὲν οὖν καὶ ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε Ἅγιον κοσμικόν· 2 σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια.3 μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων, 4 χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, 5 ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. 6 Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, 7 εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ι’ 38-42 ια΄27-28
38 Ἐγένετο δὲ ἐν τῷ πορεύεσθαι αὐτοὺς καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά. γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. 39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. 40 ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 41 ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· 42 ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς.
ια΄ 27 Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας. 28 αὐτὸς δὲ εἶπε· μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΕΙΣΟΔΙΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ
Στίς 21 Νοεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν εἴσοδο τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καί ἀειπαρθένου Μαρίας εἰς τό ναό. Οἱ Ἅγιοι Προπάτορες Ἰωακείμ καί Ἄννα πέρασαν σχεδόν ὅλη τήν ζωή τους προσευχόμενοι πρός τόν Κύριο νά τούς χαρίση παιδί μέ τήν ὑπόσχεση ὅτι, ἄν εἰσακούονταν θά τό ἀφιέρωναν ἀμέσως στόν Θεό. Πράγματι ὁ Θεός εἰσάκουσε τίς προσευχές τους καί τούς προσέφερε σέ μεγάλη ἡλικία τήν Κυρία Θεοτόκο, ἡ ὁποία θά γινόταν ἡ αἰτία τῆς ἀναπλάσεως τοῦ ἀνθρωπίνου γένους. Ἔτσι σέ ἡλικία τριῶν χρόνων οἱ γονεῖς τῆς Παναγίας μας τήν ὁδήγησαν στόν νομικό ναό, γιά νά τήν παραδώσουν στούς ἱερεῖς καί μάλιστα στόν ἀρχιερέα Ζαχαρία, ὥστε νά ἐκπληρωθῆ ἡ ὑπόσχεσή τους ἀπέναντι στόν Θεό. Ὁ ἀρχιερέας Ζαχαρίας, ὁ ὁποῖος ἦταν ὁ πατέρας τοῦ Τιμίου Προδρόμου τήν εἰσήγαγε μετά ἀπό θεία προσταγή στά Ἅγια τῶν Ἁγίων, στό ἐνδότατο τοῦ ναοῦ, στό ὁποῖο εἰσερχόταν μόνο ὁ ἀρχιερέας μία φορά τόν χρόνο. Ἐκεῖ ἡ Παναγία παρέμεινε δώδεκα χρόνια τρεφόμενη κατά τρόπο παράδοξο ἀπό τόν ἀρχάγγελο Γαβριήλ μέ τροφή οὐράνια, προσευχόμενη καί κοινωνώντας μέ τόν Θεό. Ἔτσι μερικούς μῆνες πρό τοῦ θείου Εὐαγγελισμοῦ ἐξῆλθε ἀπό τά Ἄγια τῶν Ἁγίων καί παραδόθηκε στόν μνήστορα Ἰωσήφ, γιά νά προστατεύση καί νά ἐπιβεβαιώση τήν παρθενία της, νά τήν ὑπερετήση κατά την γέννηση τοῦ Κυρίου, στήν φυγή τους πρός τήν Αἴγυπτο καί κατά τήν ἐπάνοδό τους στήν γῆ τοῦ Ἰσραήλ.
Ἀπολυτίκιον
Ἦχος δ΄
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις ἐν Ναῷ τοῦ Θεοῦ, τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν, Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
Μεγαλυνάριον
Ἔνδον τῶν ἀδύτων ἐν τῷ ναῷ, ἡ τῷ Θεῷ Λόγῳ, ἐκλεχθεῖσα πρό γενεῶν, ἀφιερωθεῖσα, τήν οἴκησιν ποιεῖται, ἡ Πάναγνος Παρθένος, ἥν μεγαλύνομεν.