Δευτέρα 19 Δεκεμβρίου 2022

ΑΓΙΟΣ ΓΡΗΓΕΝΤΙΟΣ ΕΠΙΣΚΟΠΟΣ ΑΙΘΙΟΠΙΑΣ

19 Δεκεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β΄ Τιμ. β’ 20-26

   20 ν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμήν, ἃ δὲ εἰς ἀτιμίαν. 21 ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. 22 τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε, δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν Κύριον ἐκ καθαρᾶς καρδίας. 23 τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσι μάχας· 24 δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ᾿ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον, 25 ἐν πρᾳότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, 26 καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ᾿ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. θ΄ 42 – ι΄1

  42 καὶ ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται λίθος μυλικὸς περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν. 43 καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλὸν σοί ἐστι κυλλὸν εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον, 44 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται. 45 καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλὸν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν χωλόν, ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον, 46 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται. 47 καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλὸν σοί ἐστι μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἢ τοὺς δύο ὀφθαλμοὺς ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν τοῦ πυρός, 48 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται. 49 πᾶς γὰρ πυρὶ ἁλισθήσεται, καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται. 50 καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς ἅλας καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.

   ι΄1 Καὶ ἐκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας διὰ τοῦ πέραν τοῦ Ἰορδάνου, καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει, πάλιν ἐδίδασκεν αὐτούς.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΓΡΗΓΕΝΤΙΟΣ ΕΠΙΣΚΟΠΟΣ ΑΙΘΙΟΠΙΑΣ

   Στίς 19 Δεκεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τοῦ ὁσίου πατρός ἡμῶν Γρηγεντίου, ἐπισκόπου Αἰθιοπίας. Ἔζησε τό 518, καταγόταν ἀπό τά Μεδιόλανα τῆς Ἰταλίας καί εἴχε γονεῖς τόν Ἀγάπιο καί τήν Θεοδότη. Ἀπό τήν νεαρή του ἠλικία φαινόταν ὅτι ῆταν φρόνιμος καί ἐνάρετος. Χειροτονήθηκε διάκονος καί ἀπό τότε ὑπέβαλε τόν ἑαυτό του σέ περισσότερες νηστεῖες καί σκληραγωγίες, μέ ἀποτέλεσμα νά λάβει πλούσια τήν χάρη τοῦ Ἁγίου Πνεύματος καί νά ἐπιτελεῖ θαύματα. Ἕνας προορατικός γέροντας τοῦ εἶπε ὅσα ἐπρόκειτο νά τοῦ συμβοῦν, ἀλλά ἐπιπλέον τοῦ φάνηκε καί ὁ μέγας Ἀπόστολος Πέτρος, ὁ ὁποῖος τοῦ προεῖπε τά ἴδια, προσθέτοντας ὅσα ἔλειπαν.

   Ἐκείνη τήν περίοδο ὁ βασιλιάς τῆς Αἰθιοπίας ἔγραψε στόν Πατριάρχη Ἀλεξανδρείας, ὀνόματι Προτέριον, καί τοῦ ζητοῦσε νά στείλει Ἐπίσκοπο. Μέ θεία ἀποκάλυψη ὁ Εὐαγγελιστής Μάρκος ἔδειξε στόν Πατριάρχη, ὅτι ὁ κατάλληλος εἶναι ὁ ἅγιος Γρηγέντιος, ὁ ὁποῖος ἀπό θεία Πρόνοια εἶχε φθάσει στήν Ἀλεξάνδρεια πρίν λίγο καιρό καί φιλοξενεῖτο ἀπό κάποιον χριστιανό. Πράγματι ὁ Πατριάρχης Ἀλεξανδρείας τόν χειροτόνησε Ἐπίσκοπο καί τόν ἔστειλε στόν βασιλιά τῆς Αἰθιοπίας, ὁ ὁποῖος τόν δέχθηκε μέ πολλή χαρά, ἀναγνωρίζοντας τήν ἁγιότητα τοῦ νεοφερμένου Ἐπισκόπου. Ὁ ἅγιος Γρηγέντιος χειροτόνησε ἄξιους Πρεσβυτέρους καί Διακόνους καί ἐγκαινίασε ὅλους τούς ναούς πού εἶχε κτίσει ὁ βασιλιάς. Οἱ κάτοικοι αὐτοῦ τοῦ ἔθνους ἦταν οἱ περισσότεροι Ἰουδαίοι, ὁ ἅγιος ὅμως ἔπεισε τούς διδασκάλους τους μέ τίς θεῖες Γραφές, ἀλλά καί μέ θαύματα γιά τήν ἀλήθεια τῆς χριστιανικῆς πίστης, μέ ἀποτέλεσμα πολλοί νά βαπτισθοῦν χριστιανοί. Θέσπισε κανόνες, δίδαξε κάθε θεάρεστο ἔργο καί ἐπιτελοῦσε πολλά θαύματα. Ἐποίμανε τόν λαό ὁσιακῶς καί ἐκοιμήθη σέ βαθύ γῆρας.

Ἀπολυτίκιον.

Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.

Ἀποστόλων τὸν ζῆλον ἐκμιμησάμενος, καὶ τὴν χάριν θεόθεν ἔνδον δεξάμενος, ἐν τῇ ἁγίᾳ σου ψυχῇ Πάτερ Γρηγέντιε, γέγονας νεύσει θεϊκῇ, ποιμὴν προβάτων τοῦ Χριστοῦ, τοῦ Ἀρχιποίμενος μάκαρ, Αἰθιοπίας τὸ κλέος, Ἱεραρχῶν τὸ ἐγκαλλώπισμα

Μεγαλυνάριον.

Ὤφθης Ἐκκλησίας θεῖος πυρσός, καὶ Ἀρχιερέων ἀκροθίνιον ἀληθῶς, εὐσεβῶν ἡ δόξα, καὶ ἱεραποστόλων, προστάτης καὶ ἀλείπτης, σοφὲ Γρηγέντιε.