Παρασκευή 30 Δεκεμβρίου 2022

Η ΟΣΙΟΜΑΡΤΥΣ ΑΝΥΣΙΑ Η ΕΝ ΘΕΣΣΑΛΟΝΙΚῌ

30 Δεκεμβρίου

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ἑβρ. ζ΄ 18-25

  18 Ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές· 19 οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι᾿ ἧς ἐγγίζομεν τῷ Θεῷ. 20 καὶ καθ᾿ ὅσον οὐ χωρὶς ὁρκωμοσίας· -οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες, 21 ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν· ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ·- 22 κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς. 23 Καὶ οἱ μὲν πλείονές εἰσι γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· 24 ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην· 25 ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι᾿ αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. ιβ΄ 1-12

   1 Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λέγειν· ἀμπελῶνα ἐφύτευσεν ἄνθρωπος καὶ περιέθηκε φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησε πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησε. 2 καὶ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος. 3 καὶ λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν. 4 καὶ πάλιν ἀπέστειλε πρὸς αὐτοὺς ἄλλον δοῦλον· κἀκεῖνον λιθοβολήσαντες ἐκεφαλαίωσαν καὶ ἀπέστειλαν ἠτιμωμένον. 5 καὶ πάλιν ἄλλον ἀπέστειλε· κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, οὓς μὲν δέροντες, οὓς δὲ ἀποκτέννοντες. 6 ἔτι οὖν ἕνα υἱὸν ἔχων, ἀγαπητὸν αὐτοῦ, ἀπέστειλε καὶ αὐτὸν ἔσχατον πρὸς αὐτοὺς λέγων ὅτι ἐντραπήσονται τὸν υἱόν μου. 7 ἐκεῖνοι δὲ οἱ γεωργοί, θεασάμενοι αὐτὸν ἐρχόμενον, πρὸς ἑαυτοὺς εἶπον ὅτι οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία. 8 καὶ λαβόντες ἀπέκτειναν αὐτὸν καὶ ἐξέβαλον αὐτὸν ἔξω τοῦ ἀμπελῶνος. 9 τί οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. 10 οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· 11 παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; 12 Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπε. καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Η ΟΣΙΟΜΑΡΤΥΣ ΑΝΥΣΙΑ Η ΕΝ ΘΕΣΣΑΛΟΝΙΚῌ

      Στίς 30 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τῆς ὁσιομάρτυρος Ἀνυσίας τῆς ἐν Θεσσαλονίκῃ, ἡ ὁποία ἔζησε τόν 3ο αἰώνα, κατά τούς χρόνους τοῦ Διοκλητιανοῦ. Οἱ γονεῖς τῆς ἁγίας ἦταν εὐσεβεῖς καί πλούσιοι. Μετά τό θάνατό τους, ἡ ἁγία ζοῦσε μόνη της με ἡσυχία «καί εὐαρεστοῦσα τόν Θεόν διά τῆς πληρώσεως τῶν θείων ἐντολῶν». Κάποτε ἕνας εἰδωλολάτρης στρατιώτης τήν συνέλαβε καί την ἔσυρε στούς βωμούς τῶν εἰδώλων ἀναγκάζοντάς την νά θυσιάσει. «Ἐπειδή δέ ἡ Ἁγία ὡμολόγησε Θεόν τόν Χριστόν καί ἔπτυσεν εἰς τόν πρόσωπον τοῦ μιαροῦ ἐκείνου, ὠργίσθη ὁ ἀλιτήριος καί διεπέρασε τήν πλευράν τῆς Ἁγίας διά τοῦ ξίφους του, λαβούσης οὕτω τῆς μακαρίας Ἀνυσίας τόν ἀμαράντινον τοῦ μαρτυρίου στέφανον».
Πρωτ. Δ.Δ.Τ.

Ἀπολυτίκιον

Ἦχος δ΄. Ταχύ προκατάλαβε.

Ὁσίως ἀνύσασα, τῶν ἀρετῶν τήν ὁδόν, τῷ Λόγῳ νενύμφευσαι ὦ Ἀνυσία σεμνή, καί χαίρουσα ἤθλησας· αἴγλη δέ ἀπαθείας, λαμπρυνθεῖσα Μελάνη, ἤστραψας ἐν τῷ κόσμῳ, ἀρετῶν λαμπηδόνας. Και νῦν ἡμῖν ἱλεοῦσθε, Χριστόν τόν Κύριον.

Μεγαλυνάριον

Τρόποις ἀνυσίμοις πρός ἀρετήν μάρτυς Ἀνυσία, διαρρύθμισον νῦν ἡμᾶς· ζοφεροῦ ἐχθροῦ δέ, ἐκλύτρωσαι Μελάνη, τούς πόθῳ ἀφορῶντας τῇ ἐπιλάμψει σου.