Δευτέρα 26 Δεκεμβρίου 2022

ΑΓΙΟΣ ΕΥΘΥΜΙΟΣ ΣΑΡΔΕΩΝ

 26 Δεκεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Γαλ. α΄ 11-19

    11 Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ᾿ ἐμοῦ ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον· 12 οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ οὔτε ἐδιδάχθην, ἀλλὰ δι᾿ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. 13 Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ᾿ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθουν αὐτήν, 14 καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. 15 Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ 16 ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, 17 οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν. 18 Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε· 19 ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. β΄ 13-23

     13 Ἀναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος Κυρίου φαίνεται κατ᾿ ὄναρ τῷ Ἰωσὴφ λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό. 14 Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον, 15 καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. 16 Τότε Ἡρῴδης ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων. 17 τότε ἐπληρώθη τὸ ῥηθὲν ὑπὸ Ἱερεμίου τοῦ προφήτου λέγοντος· 18 Φωνὴ ἐν Ῥαμᾷ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς· Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν. 19 Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ 20 λέγων· ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν Ἰσραήλ· τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου. 21 ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν εἰς γῆν Ἰσραήλ. 22 ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ τῆς Ἰουδαίας ἀντὶ Ἡρῴδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ᾿ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, 23 καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΕΥΘΥΜΙΟΣ ΣΑΡΔΕΩΝ

    Στίς 26 Δεκεμβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τοῦ ἐν ἁγίοις πατρός ἡμῶν Εὐθυμίου, Ἐπισκόπου Σάρδεων τοῦ ὁμολογητοῦ. Ἔζησε κατά τούς χρόνους τοῦ Κωνσταντίνου καί τῆς Εἰρήνης, τό 780 καί πρῶτον μέν ἔλαμψε μέ τήν ἀρετή του στήν μοναχική πολιτεία, ἀργότερα δέ ἔγινε Άρχιερέας καί κατρόπωσε τούς αἱρετικούς είκονομάχους στήν ἑβδόμη ἐν Νικαίᾳ Σύνοδο. Οἱ βασιλεῖς ἐκτίμησαν τήν ἀξία του καί τόν ἔστελναν σέ διάφορες δημόσιες πρεσβεῖες. Τό 802 ἔγινε βασιλιάς ὁ Νικηφόρος ὁ Σταυράκιος καί ἐπειδή διῆγε παρανόμως τήν ζωή του, ὁ ἅγιος τόν ἔλεγχε. Γι’αὐτόν τόν λόγο ἐξορίσθηκε μαζί μέ ἄλλους ὀρθοδόξους Ἐπισκόπους. Ἐπί εἰκοσιεννέα ἔτη, ἔως τήν ὁμολογία του δηλαδή, δέν κατάφερε νά ξαναπάει στήν ἐπισκοπή του. Τό 813 έγινε αὐτοκράτορας ὁ θηριώνυμος Λέων ὁ Ἀρμένιος καί ὁ ἅγιος ἐπέστρεψε ἀπό τήν ἐξορία. Ἑρωτήθηκε λοιπόν ἀπό τόν βασιλιά, ἐάν τιμᾶ τίς ἁγίες εἰκόνες· μέ παρρησία τότε ὁ Ἐπίσκοπος τοῦ Χριστοῦ τόν ἔλεγξε καί τόν ἀναθεμάτισε. Ὁ τύραννος θύμωσε καί ἐξόρισε πάλι τόν ἅγιο. Ἐπί Μιχαήλ τοῦ Τραυλοῦ ἐπέστρεψε πάλι ἀπό τήν ἐξορία καί ἀναγκάσθηκε ἀπό αὐτόν νά ἀποκηρύξει τίς ἁγίες εἰκόνες. Ὁ ἅγιος δέν δίστασε νά νά βοήσει μεγαλοφώνως ”Εἴ τις οὐ προσκυνεῖ τόν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν ἐν εἰκόνι περιγραπτόν, ἤτω ἀνάθεμα”. Γι’αὐτήν του τήν ὁμολογία τόν ἔδειραν δυνατά καί τόν ἐξόρισαν πάλι. Τόν ἔκλεισαν σέ μιά σκοτεινή φυλακή, τέντωσαν τό σῶμα του καί τόν ἔδερναν ἐπί πολλή ὥρα μέ ὠμά βούνευρα. Ἀπό τίς πολλές καί φοβερές πληγές ὁ ἅγιος ἐκοιμήθη μετά ἀπό ὀκτώ ἡμέρες. Παραδίδοντας τήν ψυχή του, ἔλαμψε περισσότερο καί ἀπό τόν ἥλιο.

Ἀπολυτίκιον.

Ἦχος δ΄. Ταχὺ προκατάλαβε.


Τῶν Σαρδέων πρόεδρος, καὶ Ἐκκλησίας φωστήρ, καὶ στόμα θεόσοφον, ὁμολογίας λαμπρᾶς, ἐδείχθης Εὐθύμιε· ὅθεν τῇ μυριπνόῳ, καὶ ἁγίᾳ σου Κάρᾳ, ταύτην τὴν πόλιν Πάτερ, μυστικῶς ἁγιάζεις· ᾗ δίδου Ἱεράρχα, ἀεὶ τὴν προστασίαν σου.

Μεγαλυνάριον.

Δόξης ἀπολαύων Πάτερ λαμπρᾶς, ὡς Ἱερομάρτυς, ὦ Εὐθύμιε εὐκλεής, ἀεὶ ἀναβλύζεις, ἐκ τῆς σεπτῆς σου Κάρας, τοῖς πίστει προσιοῦσι, χάριν σωτήριον.