ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ἑβρ. ιγ΄ 17-21
17 Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες· ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. 18 Προσεύχεσθε περὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι. 19 περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. 20 Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν Ἰησοῦν, 21 καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ς΄ 17-23
17 Καὶ καταβὰς μετ᾿ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, 18 καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· 19 καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. 20 Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. 21 μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. 22 μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 23 χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΝΙΚΟΛΑΟΣ Ο ΚΑΡΑΜΑΝΟΣ
Στίς 6 Δεκεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου νεομάρτυρος Νικολάου τοῦ Καραμάνου. Ὁ ἅγιος Νικόλαος βρισκόμενος κάποτε στήν Σμύρνη πῆρε μέρος σέ ἕνα σκάνδαλο καί ἐξ αἰτίας τοῦ θυμοῦ του, εἶπε ὅτι θά γίνη Τοῦρκος. Οἱ παρευρισκόμενοι Ἀγαρηνοί μόλις τό ἄκουσαν, τόν πῆγαν στόν δικαστή καί τόν κατηγόρησαν ὅτι θέλη νά γίνη μωαμεθανός. Ὅταν τόν ρώτησαν ἄν ἀληθεύη τό γεγονός , ὁ μάρτυς ὁμολόγησε μέ θάρρος ὅτι «Δέν πρόκειται ποτέ νά ἀρνηθῆ τόν ποιητή καί σωτήρα του, Ἰησοῦ Χριστό». Ὁ μάρτυς, παρά τά πολλά κτυπήματα πού δέχθηκε, ἔμεινε ἀνδρεῖος στό φρόνημα, ἐπικαλούμενος τήν βοήθεια τοῦ Κυρίου. Γιά αὐτό ὁ δικαστής διέταξε νά φυλακισθῆ καί νά τόν κτυποῦν δύο φορές τήν ἡμέρα, ἀπαγορεύοντας νά τοῦ δίνουν τροφή καί νερό. Ὅταν ξανά ὁδηγήθηκε στόν δικαστή αὐτός προσπάθησε μέ κάθε τρόπο νά τοῦ ἀλλάξη τήν γνώμη, ὁ Νικόλαος ὅμως ἔμεινε στέρεος στήν πίστη του. Τότε ὁ κριτής διέταξε νά τόν δέσουν σέ ἕνα στῦλο καί νά τόν κτυποῦν ἀνελέητα. Ὁ μάρτυς παρά τούς πόνους ὁμολογοῦσε μέ παρρησία «Τί μέ κτυπᾶτε, ἐγώ Χριστιανός εἶμαι, τόν Χριστό μου πιστεύω ὡς Θεό ἀληθινό, Τοῦρκος δέν γίνομαι». Βλέποντας ὁ δικαστής τό ἀμετάθετο τῆς γνώμης του διέταξε νά τόν φυλακίσουν καί νά τόν βασανίσουν σκληρά· ὁ μάρτυς ὅμως ἔμεινε καί πάλι σταθερός, γιά αὐτό ὁ δικαστής διέταξε νά τόν κρεμάσουν. Ἔτσι, ὁ μακάριος δοῦλος τοῦ Κυρίου Νικόλαος ἀξιώθηκε νά λάβη τόν στέφανο τοῦ μαρτυρίου καί νά γίνη πολίτης τῆς οὐρανίου βασιλείας.