Σάββατο 19 Νοεμβρίου 2022

ΑΓΙΟΣ ΒΑΡΛΑΑΜ

19 Νοεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β’ Κορ. η’ 1-5

   1 Γνωρίζω δὲ ὑμῖν, ἀδελφοί, τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ἐν ταῖς ἐκκλησίαις τῆς Μακεδονίας, 2 ὅτι ἐν πολλῇ δοκιμῇ θλίψεως ἡ περισσεία τῆς χαρᾶς αὐτῶν καὶ ἡ κατὰ βάθος πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν· 3 ὅτι κατὰ δύναμιν, μαρτυρῶ, καὶ ὑπὲρ δύναμιν, αὐθαίρετοι, 4 μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους, 5 καὶ οὐ καθὼς ἠλπίσαμεν, ἀλλ᾿ ἑαυτοὺς ἔδωκαν πρῶτον τῷ Κυρίῳ καὶ ἡμῖν διὰ θελήματος Θεοῦ.

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. θ΄ 57-62

   57 Ἐγένετο δὲ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέ τις πρὸς αὐτόν· ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ, Κύριε. 58 καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. 59 Εἶπε δὲ πρὸς ἕτερον· ἀκολούθει μοι· ὁ δὲ εἶπε· Κύριε, ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου. 60 εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ ἀπελθὼν διάγγελε τὴν βασιλείαν τοῦ Θεοῦ. 61 Εἶπε δὲ καὶ ἕτερος· ἀκολουθήσω σοι, Κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου. 62 εἶπε δὲ ὁ Ἰησοῦς πρὸς αὐτόν· οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ᾿ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΒΑΡΛΑΑΜ

   Στίς 19 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ ἁγίου μάρτυρος Βαρλαάμ. Καταγόταν ἀπό τήν Ἀντιόχεια τῆς Συρίας. Παρά τήν προχωρημένη του ἠλικία, παραστάθηκε στόν ἄρχοντα τῆς Ἀντιοχείας, διότι ὁμολογοῦσε τήν πίστη του στόν Χριστό. Προσπάθησαν ἐπίμονα νά τόν πείσουν νά θυσιάσει στά εἴδωλα, συνάντησαν ὅμως τήν σταθερή ἄρνησή του. Γι’ αὐτόν τόν λόγο τόν ἔδειραν μέ βούνευρα καί τοῦ ξερίζωσαν τά νύχια. Κατόπιν τόν ἔφεραν μπροστά σέ ἕνα βωμό τῶν εἰδώλων καί τόν πρόσταξαν νά ἁπλώσει τό δεξί του χέρι. Μετά ἔβαλαν στό τεντωμένο του χέρι ἀναμμένα κάρβουνα καί θυμίαμα, ὥστε καθώς θά καιγόταν τό χέρι του, νά ἀναγκαστεῖ νά ρίξει τά κάρβουνα μέ τό λιβάνι ἐπάνω στόν βωμό καί νά φανεῖ ὅτι προσέφερε θυσία στά εἴδωλα. Ὁ ἅγιος ὅμως ἐπέδειξε ἀπαράμιλλη ἀνδρεία καί παρέμεινε ἀκίνητος, χωρίς νά κουνήσει καθόλου τό χέρι του, ἐωσότου ἡ φωτιά τοῦ κατέκαψε τήν σάρκα. Προτίμησε ὁ γενναῖος ἀγωνιστής νά χάσει τό δεξί του χέρι, παρά νά κινηθεῖ καί νά φανεῖ ὅτι προσέφερε θυσία στούς δαίμονες. Μετά ἀπό αὐτήν τήν τιμωρία, παρέδωσε τήν ψυχή του κι ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου.

Ἀπολυτίκιον

Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.

   Νεανικὴν ἐνδεδυμένος ἀνδρείαν μαρτυρικήν, ἐν πολιᾷ καρτερίαν, σὺ ἐνεδείξω ἔνδοξε, δοξάσας τὸν Χριστόν. Τούτῳ δὲ προσήγαγες δεξιὰν κεκαυμένην, ὡς θυσίαν ἄμωμον τὴν ἁγίαν ψυχήν σου. μεγαλομάρτυς, πρέσβευε ἀεί, πᾶσιν δοθῆναι, Βαρλαάμ, συγχώρησιν.

Μεγαλυνάριον

   Δρόσον οὐρανίου ἀναψυχῆς, γραφικῶς σταλάζει, Ἐκκλησίᾳ τῇ εὐαγεῖ, Βαρλαάμ θεόφρον, ἡ κεκαυμένη χείρ σου, Κυρίῳ αἰρομένη ὑπέρ τῶν δούλων σου.