ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Κλσ. α’ 24-β’ 1
24 Νῦν χαίρω ἐν τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία, 25 ἧς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς, πληρῶσαι τὸν λόγον τοῦ Θεοῦ, 26 τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν, νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, 27 οἷς ἠθέλησεν ὁ Θεὸς γνωρίσαι τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστι Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης· 28 ὃν ἡμεῖς καταγγέλλομεν νουθετοῦντες πάντα ἄνθρωπον καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ· 29 εἰς ὃ καὶ κοπιῶ ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει.
β΄ 1 Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω περὶ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ ὅσοι οὐχ ἑωράκασι τὸ πρόσωπόν μου ἐν σαρκί.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. ια΄ 47 – ιβ΄ 1
47 Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς. 48 ἄρα μαρτυρεῖτε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν, ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτούς, ὑμεῖς δὲ οἰκοδομεῖτε αὐτῶν τὰ μνημεῖα. 49 διὰ τοῦτο καὶ ἡ σοφία τοῦ Θεοῦ εἶπεν· ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσι καὶ ἐκδιώξουσιν, 50 ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ ἐκχυνόμενον ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης 51 ἀπὸ τοῦ αἵματος Ἄβελ ἕως τοῦ αἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου· ναί, λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης. 52 οὐαὶ ὑμῖν τοῖς νομικοῖς ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθετε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε. 53 λέγοντος δὲ αὐτοῦ πρὸς αὐτοὺς ταῦτα ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων, 54 ἐνεδρεύοντες αὐτόν, ζητοῦντες θηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ, ἵνα κατηγορήσωσιν αὐτοῦ.
ιβ΄ 1 Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου ὡς καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον· προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΙ ΑΚΕΨΙΜΑΣ, ΙΩΣΗΦ ΚΑΙ ΑΕΙΘΑΛΑΣ
Στίς 3 Νοεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῶν ἁγίων μαρτύρων Ἀκεψιμᾶ, Ἰωσήφ καί Ἀειθαλᾶ. Ἔζησαν στούς χρόνους τοῦ Πέρση βασιλιᾶ Σαβωρίου τό 330. Κατηγορήθηκαν ὡς χριστιανοί καί δικάστηκαν ἀπό τόν ἀρχιμάγειρα τοῦ βασιλιᾶ Ἀδραχοσχάρ. Στάθηκαν ἀκλόνητοι στήν πίστη τους, γι’ αὐτό ἔδειραν τόν μέν ἅγιο Ἀκεψιμᾶ μέ ἀγκαθωτά ραβδιά ροδιᾶς, τόν δέ ἅγιο Ἰωσήφ ἀφοῦ τόν τέντωσαν τόν ἔδειραν τόσο πολύ, ὥστε χωρίστηκαν οἱ σᾶρκες ἀπό τά κόκκαλά του καί κατόπιν τόν ἔριξαν δεμένο στή φυλακή. Τοῦ ἁγίου Ἀειθαλᾶ ἔδεσαν τά χέρια καί τά πόδια κάτω ἀπό τά γόνατά κι ἔπειτα τόν ἔδειραν ἀνηλεῶς. Τριάντα στρατιῶτες ἔδειραν ξανά τόν ἅγιο Ἀκεψιμᾶ καί μέ αὐτόν τόν τρόπο βασανιζόμενος, παρέδωσε τήν μακαρία του ψυχή. Τόν ἅγιο Ἰωσήφ κρέμασαν κατακέφαλα, τόν ξέσχισαν καί τέλος τόν λιθοβόλησαν. Τέσσερις στρατιῶτες τέντωσαν τόν ἅγιο Ἀειθαλᾶ καί τόν ξαναέδειραν, μετά τόν κρέμασαν κι αὐτόν κι ἔτσι ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου. Δείχνοντας ἀπαράμιλλη γενναιότητα, πίστη καί ὑπεράνθρωπη ὑπομονή χαίρονται αἰωνίως μέ τόν Κύριο ἡμῶν Ἰησοῦ Χριστό μας.
Ἀπολυτίκιον
(Ἦχος γ’. Θείας πίστεως.)
Ὡς θεράποντες, τῆς εὐσέβειας, στῦλοι ὤφθητε, τῆς Ἐκκλησίας, πυρσολατρῶν καθελόντες τὸ φρύαγμα, Ἀκεψιμᾶ Ἱεράρχα πολύαθλε, Ἀειθαλᾶ Ἰωσὴφ τὲ μακάριοι. Ἀλλ’ αἰτήσασθε, Χριστὸν τὸν Θεὸν πανεύφημοι, δωρήσασθαι ἠμὶν τὸ μέγα ἔλεος.
Μεγαλυνάριον
Χαίροις ἀθλοφόρων τριάς σεπτή, Ἀκεψιμᾶ Πάτερ, Ἰωσήφ καί Ἀειθαλᾶ, οἱ καταβαλόντες, πυρσολατρῶν τήν πλάνην καί μαρτυρίου δόξαν καρποφορήσαντες.