Πέμπτη 20 Οκτωβρίου 2022

ΟΣΙΟΣ ΙΛΑΡΙΩΝ Ο ΜΕΓΑΣ

21 Ὀκτωβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Φιλιπ. α’ 27-β’ 4

   27 Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς εἴτε ἀπὼν ἀκούσω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου, 28 καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων, ἥτις αὐτοῖς μέν ἐστιν ἔνδειξις ἀπωλείας, ὑμῖν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ Θεοῦ· 29 ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν, – 30 τὸν αὐτὸν ἀγῶνα ἔχοντες, οἷον εἴδετε ἐν ἐμοὶ καὶ νῦν ἀκούετε ἐν ἐμοί.

   β΄ 1 Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία Πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί, 2 πληρώσατέ μου τὴν χαράν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες, 3 μηδὲν κατὰ ἐριθείαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν. 4 μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. ι’ 1-15

   1 Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ Κύριος καὶ ἑτέρους ἑβδομήκοντα, καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι. 2 ἔλεγεν οὖν πρὸς αὐτούς· ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. 3 ὑπάγετε· ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. 4 μὴ βαστάζετε βαλάντιον, μὴ πήραν, μηδὲ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε. 5 εἰς ἣν δ᾿ ἂν οἰκίαν εἰσέρχησθε, πρῶτον λέγετε· εἰρήνη τῷ οἴκῳ τούτῳ. 6 καὶ ἐὰν ᾖ ἐκεῖ υἱὸς εἰρήνης, ἐπαναπαύσεται ἐπ᾿ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, ἐφ᾿ ὑμᾶς ἐπανακάμψει. 7 ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε ἐσθίοντες καὶ πίνοντες τὰ παρ᾿ αὐτῶν· ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ ἐστι· μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. 9 καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς· ἤγγικεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. 10 εἰς ἣν δ᾿ ἂν πόλιν εἰσέρχησθε καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε· 11 καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἀπὸ τῆς πόλεως ὑμῶν εἰς τοὺς πόδας ἡμῶν ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε, ὅτι ἤγγικεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. 12 λέγω δὲ ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται ἢ τῇ πόλει ἐκείνῃ. 13 οὐαί σοι, Χοραζίν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν. 14 πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν. 15 καὶ σύ, Καπερναούμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾅδου καταβιβασθήσῃ.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΣΙΟΣ ΙΛΑΡΙΩΝ Ο ΜΕΓΑΣ

    Στίς 21 Ὀκτωβρίου ἡ Εκκλησία μας τιμᾶ τὴ μνήμη τοῦ ὁσίου Ἱλαρίωνος, ὁ ὁποῖος καταγόταν ἀπὸ τὴν κωμόπολη Θαβαθᾶ, κοντὰ στὴ Γάζα τῆς Παλαιστίνης καὶ ἔζησε τὸν 4ο αἰώνα. Ὁ ἅγιος ἦταν φιλομαθής, ἰδιαίτερα στὸ νὰ πληροφορεῖται τὰ τοῦ θελήματος τοῦ Θεοῦ.Ἔστρεψε τὸ ἐνδιαφέρον καὶ πρὸς φημισμένους ἀσκητές τῆς εὐρύτερης περιοχῆς, ἀπὸ τοὺς ὁποίους εἶδε καὶ ἄκουσε πολλά. Καθὼς περνοῦσαν τὰ χρόνια, ἔγινε πόλος ἕλξης πολλῶν ἀναχωρητῶν. Ἦταν πιὰ ὁ μεγάλος ἀσκητής καὶ ὁ πολύτιμος διδάσκαλος. Ταξίδεψε σὲ διάφορες περιοχὲς διδάσκοντας τὸ λαὸ καὶ ἰδιαίτερα τοὺς μονάζοντες. Τελευταῖος τόπος ἦταν ἡ Πάφος τῆς Κύπρου. «Εἶχε δὲ ἤδη ὑπερβῇ τὰ ὀγδοήκοντα ἔτη, καὶ ὁ Θεὸς τὸν ἐκάλεσε ἐκ τοῦ ἐπιγείου σταδίου, ἐπὶ τοῦ ὁποίου εἶχε τόσον μοχθήσῃ καὶ διαλάμψῃ. Οἱ Κύπριοι ἔθαψαν τὸ λείψανό του μετὰ πάσης τιμῆς, κατόπιν δὲ ὁ μαθητής του Ἡσύχιος, ὅστις ἀπουσίαζε κατὰ τὸν θάνατόν του, ἐλθὼν τὸ παρέλαβε καὶ τὸ κατέθηκε εἴς τινα Μονὴν τῆς Παλαιστίνης, τὴν καλουμένην τοῦ Μαϊουμᾶ», σημειώνει ὁ Συναξαριστής.

Πρωτ. Δ.Δ.Τ.

Ἀπολυτίκιον

  Ἐγκρατείας τῇ αἴγῃ λαμπρυνθεὶς τὴν διάνοιαν, ἤστραψας θαυμάτων, Ἱλαρίων Πατὴρ ἡμῶν, καὶ γέγοντας φωστήρ περιφανής, καὶ στῦλος εὐσεβείας θεαυγής, καταυγάζων τῇ ἐνθέῳ σου βιοτῇ, τοὺς πίστει προσιόντας σο· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

 

Μεγαλυνάριον

φθης ὡς ἐλαία καρποτελής, ἐν οἴκῳ Κυρίου, Ἰλαρίων Πατήρ ἡμῶν, ἔργων σου ἐλαίῳ, φαιδρῶς καθιλαρύνων, Χριστοῦ τήν Ἐκκλησίαν, σέ μεγαλύνουσαν.