ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Τίτ. γ΄ 8-15
8 Πιστὸς ὁ λόγος· καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. Ταῦτά ἐστι τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· 9 μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιΐστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. 10 αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, 11 εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος. 12 Ὅταν πέμψω Ἀρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. 13 Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. 14 μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. 15 Ἀσπάζονταί σε οἱ μετ᾿ ἐμοῦ πάντες. Ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν· ἀμήν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. η’ 5-15
5 Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό·6 καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα· 7 καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό. 8 καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησε καρπὸν ἑκατονταπλασίονα. ταῦτα λέγων ἐφώνει· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. 9 Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· τίς εἴη ἡ παραβολὴ αὕτη; 10 ὁ δὲ εἶπεν· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ συνιῶσιν. 11 ἔστι δὲ αὕτη ἡ παραβολή· ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ· 12 οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαντες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν. 13 οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται. 14 τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσι. 15 τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσι καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΑΓΙΟΣ ΛΟΓΓΙΝΟΣ
Στίς 16 Ὀκτωβρίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου Λογγίνου τοῦ ἑκατοντάρχου. Ὁ ἅγιος Λογγῖνος ἔζησε κατά τούς χρόνους τοῦ Καίσαρος Τιβερίου καί καταγόταν ἀπό τήν Καππαδοκία, ὑπηρετοῦσε δέ ὡς ἑκατόνταρχος στήν Ἰουδαία, ὑπό τοῦ Ποντίου Πιλάτου καί παραβρέθηκε στά σωτήρια πάθη τοῦ Κυρίου, ὅπου μαζί μέ τούς στρατιῶτες του εἶχε ἀναλάβει τήν φύλαξη τοῦ σφραγισθέντος τάφου. Ἔτσι ἦταν αὐτόπτης μάρτυρας σέ ὅλα τά κοσμοσωτήρια γεγονότα πού ἔγιναν πρίν καί μετά τήν σταύρωση τοῦ Χριστοῦ. Μετά τήν ἀνάσταση τοῦ Κυρίου, ἀφοῦ ἀρνήθηκε νά δωροκηθῆ ἀπό τούς Ἰουδαίους ἐγκατέλειψε τό ἀξίωμά του καί ἔφυγε μέ δύο στρατιῶτες του γιά τήν Καππαδοκία, ὅπου κήρυττε τήν θεότητα τοῦ Χριστοῦ. Γιά τόν λόγο αὐτό οἱ ἑβραῖοι δωροδόκησαν τόν Πιλάτο νά στείλη στρατιωτικό ἀπόσπασμα νά τούς θανατώσουν. Φθάνοντας οἱ στρατιῶτες στήν Καππαδοκία, κατά θεία πρόνοια, συναντοῦν τόν ἅγιο Λογγῖνο καί φιλοξενοῦνται ἀπό αὐτόν χωρίς νά γνωρίζωνται μεταξύ τους. Ὅταν τοῦ ἀποκάλυψαν τόν σκοπό τους ὁ ἅγιος Λογγῖνος χωρίς νά φανερωθῆ συνέχισε νά τούς περιποιῆται μέ πολύ ἀγάπη καί ὅταν ἐπρόκειτο νά ἀναχωρήσουν τούς ἀποκαλύφθηκε. Οἱ στρατιῶτες λυπήθηκαν, ἀλλά μέ τίς προτροπές τοῦ ἁγίου Λογγίνου τόν ἀποκεφάλισαν μαζί μέ τούς δύο στρατιῶτες. Ἡ τίμια κάρα του στάλθηκε στόν Πιλάτο, γιά νά ἐπιβεβαιωθῆ ἡ ἐκτέλεση τῆς διαταγῆς. Οἱ ἰουδαῖοι τήν παράχωσαν μέσα σέ κοπριά ἀλλά μετά ἀπό πολλά χρόνια ἀποκαλύφθηκε μέ θεία ὀπτασία σέ μία γυναίκα ἀπό τήν Καππαδοκία, ἡ ὁποία τὴν πῆρε στήν πατρίδα της καί τήν ἀποθησαύρισε σέ ἐκκλησία πού ἔκτισε στό ὄνομα τοῦ Ἁγίου Λογγίνου. Ἀπό τότε εἶναι πηγή πολλῶν θαυμάτων.
Ἀπολυτίκιον
(Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.)
Τὸν Ἥλιον τῆς δόξης Σταυρῶ προσηλωθέντα, καὶ τοὶς ἐν σκιᾷ τοῦ θανάτου ἐκλάμποντα ὡς εἶδες, ηὐγάσθης αὐτοῦ ταὶς ἀστραπαίς, καὶ ἤθλησας Λογγῖνε εὐσεβῶς· διὰ τοῦτο νοσημάτων παντοδαπῶν, λυτροῦσαι τοὺς ἐκβοώντας· δόξα τῷ δεδωκότι σοὶ ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργούντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Μεγαλυνάριον
Κήρυξ καί αὐτόπτης ὤφθης τρανῶς, τοῦ σαρκί παθόντος, εὐδοκίᾳ Λόγου Θεοῦ· εὐθαρσῶς γάρ τούτου, τήν ἔγερσιν κηρύττων, ὑπέρ αὐτοῦ Λογγῖνε προθύμως τέθυσαι.