Κυριακή 16 Οκτωβρίου 2022

ΑΓΙΟΣ ΑΝΔΡΕΑΣ ΕΝ Τῌ ΚΡΙΣΕΙ

17 Ὀκτωβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Φιλιπ. α’ 1-7

   1 Παῦλος καὶ Τιμόθεος, δοῦλοι Ἰησοῦ Χριστοῦ, πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις σὺν ἐπισκόποις καὶ διακόνοις· 2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. 3 Εὐχαριστῶ τῷ Θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν, 4 πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος 5 ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον ἀπὸ πρώτης ἡμέρας ἄχρι τοῦ νῦν, 6 πεποιθὼς αὐτὸ τοῦτο, ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρις ἡμέρας Ἰησοῦ Χριστοῦ, 7 καθώς ἐστι δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. θ΄ 18-22

   18 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον καταμόνας, συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι; 19 οἱ δὲ ἀποκριθέντες εἶπον· Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. 20 εἶπε δὲ αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε· τὸν Χριστὸν τοῦ Θεοῦ. 21 ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλε μηδενὶ λέγειν τοῦτο, 22 εἰπὼν ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΑΓΙΟΣ ΑΝΔΡΕΑΣ ΕΝ Τῌ ΚΡΙΣΕΙ

 

     Στίς 17 Ὀκτωβρίου ἡ Ἐκκλησία μας ἑορτάζει τήν μνήμη τοῦ ἁγίου ὁσιομάρτυρος Ἀνδρέου τοῦ ἐν τῇ Κρίσει. Γεννήθηκε στήν Κρήτη, ἔζησε κατά τούς χρόνους τοῦ Κωνσταντίνου τοῦ Κοπρωνύμου καί οἱ γονεῖς του ἦταν εὐσεβεῖς καί ἐνάρετοι. Βλέποντας πόσο ταλαιπωροῦνταν οἱ πιστοί ἀπό τήν αἵρεση τῆς εἰκονομαχίας, πῆγε στήν Κωνσταντινούπολη, ἤλεγξε τόν αὐτοκράτορα γιά τήν κακοδοξία του καί τοῦ ἔλεγε ὅτι πρέπει οἱ ἅγιες εἰκόνες νά προσκυνοῦνται. Ὁ βασιλιᾶς δέν ἄντεξε τόν ἔλεγχο τοῦ ἁγίου καί διέταξε νά τόν τιμωρήσουν. Παρόλο πού οἱ ὑπηρέτες τοῦ αὐτοκράτορα τόν ἔδειραν ἀνηλεῶς ἐπί πολλή ὥρα, ὁ μάρτυρας τοῦ Χριστοῦ ἐξακολουθοῦσε νά διδάσκει καί νά ἀποδεικνύει, ὅτι ἐπιβάλλεται νά προσκυνῶνται οἱ εἰκόνες. Ἔλεγε μάλιστα ὅτι ἐάν ἐσεῖς οἱ βασιλεῖς τιμωρεῖτε σκληρά αὐτούς πού ἀτιμάζουν τούς βασιλικούς ἀδριάντες, διότι θεωρεῖτε ὅτι αὐτή ἡ ἀτιμία ἀνάγεται σέ σᾶς τούς ἴδιους, ἄραγε πόσο θά τιμωρηθεῖτε κι ἐσεῖς ἀπό τόν Θεό, διότι ὑβρίζετε τήν εἰκόνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ; Ὁ τύραννος δέν ἄντεξε αὐτούς τούς λόγους καί ἀντί νά μετανοήσει διέταξε νά γυμνώσουν τόν ἅγιο, νά τόν τεντώσουν μέ σχοινιά καί νά τόν δείρουν. Τόσο πολύ τόν χτύπησαν, ὥστε κοκκίνησε ἡ γῆ κάτω ἀπό τό σῶμα του. Ἔσκαψαν τά πλευρά τοῦ μάρτυρος, τοῦ ἔσπασαν τό στόμα καί τέλος τόν ἔριξαν στήν φυλακή. Τήν ἑπομένη τόν ξαναπῆγαν στόν αὐτοκράτορα, ἀλλά ὁ ἅγιος ἀντιστάθηκε μέ ἀκόμα περισσότερη δύναμη. Τοῦ κατξέσκισαν τό σῶμα καί ἀφοῦ τοῦ ἔδεσαν τά πόδια μέ σχοινιά τόν περιέφεραν στήν ἀγορά καί σκόπευαν νά τόν ρίξουν ἐκεῖ πού πήγαιναν τούς καταδικασμένους κακούργους. Κάποιος ἄνθρωπος μάλιστα, παρακινούμενος ἀπό κάποιον δαίμονα σκότωσε τόν ἅγιο κι ἔτσι ὁ μακάριος ἔλαβε τόν στέφανο τοῦ μαρτυρίου. Ἔριξαν δέ τό ἅγιο λείψανό του μαζί μέ τά σώματα τῶν κακούργων καί τῶν φονέων. Μετά ἀπό κάποιο διάστημα, δώδεκα δαιμονισμένοι ἄνθρωποι ἀπό διάφορα μέρη τῆς Κωνσταντινούπολης, πῆγαν σάν νά ἦταν συμφωνημένοι, πῆραν τό σῶμα τοῦ ἁγίου Ἀνδρέα καί τό ἐνταφίασαν σέ ἕναν ἱερό τόπο πού ὀνομαζόταν Κρίση. Μετά δέ ἀπό αὐτήν τους τήν πράξη ἐλευθερώθηκαν ὅλοι ἀπό τά δαιμόνια.

 

Ἀπολυτίκιον
(Ἦχος δ’. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.)

 

  Ἀσκητικῶς προγυμνασθεῖς ἐν τῷ ὄρει, τᾶς νοητᾶς τῶν δυσμενῶν παρατάξεις, τὴ πανοπλία ὤλεσας παμμάκαρ τοῦ Σταυροῦ, αὔθις δὲ πρὸς ἄθλησιν, ἀνδρικῶς ἀπεδύσω, κτείνας τὸν Κοπρώνυμον, τῷ τῆς πίστεως ξίφει, καὶ δι’ ἀμφοὶν ἐστέφθης ἐκ Θεοῦ, Ὁσιομάρτυς, Ἀνδρέα ἀοίδιμε.

 

Μεγαλυνάριον

   Ἔμψυχος ἀνδρείας ὠφθείς εἰκών, τῶν Εἰκονομάχων κατεπτόησας τήν ἰσχύν, καί τῷ αἵματί σου, Ἀνδρέα ὑπογράφεις, τήν τῶν σεπτῶν Εἰκόνων τιμήν ἐν Πνεύματι.