Πέμπτη 8 Σεπτεμβρίου 2022

ΟΙ ΑΓΙΟΙ ΙΩΑΚΕΙΜ ΚΑΙ ΑΝΝΑ

9 Σεπτεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Γαλ. δ΄ 22-27

    22 Γέγραπται γὰρ ὅτι ᾿Αβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. 23 ἀλλ’ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας. 24 ἅτινά ἐστιν ἀλληγορούμενα. αὗται γάρ εἰσι δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν ῎Αγαρ· 25 τὸ γὰρ ῎Αγαρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ ᾿Αραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν ῾Ιερουσαλήμ, δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς· 26 ἡ δὲ ἄνω ῾Ιερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν. 27 γέγραπται γάρ· εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ρῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μρ. δ΄ 1-9

1 Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν· καὶ συνήχθη πρὸς αὐτὸν ὄχλος πολύς, ὥστε αὐτὸν ἐμβάντα εἰς τὸ πλοῖον καθῆσθαι ἐν τῇ θαλάσσῃ· καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦσαν. 2 καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ· 3 ἀκούετε. ἰδοὺ ἐξῆθεν ὁ σπείρων τοῦ σπεῖραι. 4 καὶ ἐγένετο ἐν τῷ σπείρειν ὃ μὲν ἔπεσεν ἐπὶ τὴν ὁδόν, καὶ ἦλθον τὰ πετεινὰ καὶ κατέφαγον αὐτό· 5 καὶ ἄλλο ἔπεσεν ἐπὶ τὸ πετρῶδες, ὅπου οὐκ εἶχε γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλε διὰ τὸ μὴ ἔχειν βάθος γῆς, 6 ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη· 7 καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκε· 8 καὶ ἄλλο ἔπεσεν εἰς τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξάνοντα, καὶ ἔφερεν ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν. 9 καὶ ἔλεγεν αὐτοῖς· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

ΟΙ ΑΓΙΟΙ ΙΩΑΚΕΙΜ ΚΑΙ ΑΝΝΑ

    Στίς 9 Σεπτεμβρίου ἑορτάζουμε τήν μνήμη τῶν δικαίων θεοπατόρων Ἰωακείμ καί Ἄννης, διότι ἔγιναν πρόξενοι τῆς γέννησης τῆς παγκοσμίου χαρᾶς καί δόξας, τῆς Κυρίας ἡμῶν Θεοτόκου. Ὁ Ἰωακείμ καταγόταν ἀπό τήν βασιλική φυλή τοῦ Δαβίδ, ἡ δέ Ἄννα ἀπό τήν φυλή τοῦ Λευΐ και ἦταν κόρη τοῦ ἱερέως Ματθάν. Ἐπειδή δέν εἶχαν παιδιά ὀνειδίζονταν καί πρόσφεραν διπλά δῶρα στόν Θεό. Παρακαλοῦσαν καί οἱ δύο μέ δάκρυα νά τούς χαρίσει ἕνα παιδί. Πράγματι, πέτυχαν αὐτό πού ποθοῦσαν καί μάλιστα γέννησαν τήν ἁγιωτέρα τῶν ἁγίων, τήν Θεοτόκο. Ἀπέκτησαν μία ἀσύκγριτη καί ἐξαιρετική καλλιτεκνία, διότι ἀπό τήν θυγατέρα τους, τήν ἀειπάρθενο Μαριάμ, καταδέχθηκε νά γεννηθεῖ ὁ υἱός τοῦ Θεοῦ.

Ἀπολυτίκιον

(Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.)


Ἡ Δυὰς ἡ ἁγία καὶ Θεοτίμητος, Ἰωακεὶμ καὶ ἡ Ἄννα ὡς τοῦ Θεοῦ ἀγχιστεῖς, ἀνυμνείσθωσαν φαιδρῶς ᾀσμάτων κάλλεσιν οὗτοι γὰρ ἔτεκον ἠμιν, τὴν τεκοῦσαν ὑπὲρ νοῦν, τὸν ἄσαρκον βροτωθέντα, εἰς σωτηρίαν τοῦ κόσμου, μεθ’ ἧς πρεσβεύουσι σωθῆναι ἠμᾶς.

Μεγαλυνάριον

Τέρπεται ἡ Ἄννα θεοπρεπῶς, κρατοῦσα ὡς βρέφος, τήν τεκοῦσαν τόν Ποιητήν, σύν αὐτῇ δέ χαίρει, Ἰωακείμ ὁ θεῖος· ὧν τῇ χαρᾷ ὡς δῶρον τόν ὕμνον ἄσωμεν.