Σάββατο 24 Σεπτεμβρίου 2022

Η ΑΓΙΑ ΠΡΩΤΟΜΑΡΤΥΣ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΣ ΘΕΚΛΑ

 24 Σεπτεμβρίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Β’ Τιμ. γ΄ 10-15

    10 Σὺ δὲ παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, 11 τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένοντο ἐν Ἀντιοχεία, ἐν Ἰκονίῳ, ἐν Λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα! Καὶ ἐκ πάντων μὲ ἐρρύσατο ὁ Κύριος. 12 Καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται· 13 πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. 14 σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνος ἔμαθες, 15 καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σὲ σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ.

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Λκ. δ΄ 31-36

   31 Καὶ κατῆλθεν εἰς Καπερναοὺμ πόλιν τῆς Γαλιλαίας, καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασι· 32 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ. 33 Καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξε φωνῇ μεγάλῃ 34 λέγων· ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ. 35 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ. καὶ ῥῖψαν αὐτὸν τὸ δαιμόνιον εἰς τὸ μέσον ἐξῆλθεν ἀπ᾿ αὐτοῦ, μηδὲν βλάψαν αὐτόν. 36 καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες· τίς ὁ λόγος οὗτος, ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ ἐξέρχονται;

 

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Η ΑΓΙΑ ΠΡΩΤΟΜΑΡΤΥΣ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΣ ΘΕΚΛΑ

Στίς 24 Σεπτεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὴ μνήμη τῆς πρωτομάρτυρος καί ἰσαποστόλου Θέκλης, ἡ ὁποία καταγόταν ἀπό τό Ἰκόνιο τῆς Μικρᾶς Ἀσίας. Ἡ μητέρα της ἦταν φανατική εἰδωλολάτρις, ἡ ὁποία ἀντέδρασε δυναμικά ὅταν πληροφορήθηκε ὅτι ἡ θυγατέρα της ἔγινε χριστιανή καί ἀρνοῦνταν τό γάμο της μέ τόν Θάμυριν, μέ τόν ὁποῖον εἶχε ἀρραβωνιασθεῖ. Ἡ Θέκλα ὁδηγήθηκε στή χριστιανική πίστη ἀπό τόν Ἀπόστολο Παῦλο. Ἄκουγε μέ ἰδιαίτερη προσοχή τά κηρύγματά του. Ἡ ἁγία κατόπιν καταγγελιῶν ὁδηγήθηκε στό μαρτύριο καί συγκεκριμένα στήν πυρά. Ὅμως θαυματουργικῷ τῷ τρόπῳ διεσώθη καί ἀκολούθησε τή συνοδεία τοῦ Ἀποστόλου Παύλου. Πῆγε στήν Ἀντιόχεια, στά Μύρα τῆς Λυκίας, στή Σελεύκεια, ὅπου πολλούς κατήχησε καί τούς προέτρεπε νά βαπτισθοῦν. ᾽Απέθανε σέ ἡλικία 90 ἐτῶν. Τό ἀπολυτίκιο τῆς Ἁγίας ἀναφέρει: « Τοῦ Παύλου συνέκδημος, ὡς καθαρά τήν ψυχήν, καί πρώταθλος πέφηνας, ἐν γυναιξίν εὐκλεῶς, Χριστόν ἀγαπήσασα· σύ γάρ τῆς εὐσεβείας, πτερωθεῖσα τῷ πόθῳ, ἤθλησας ὑπέρ φύσιν, Ἰσαπόστολε Θέκλα. Διό σε ὁ Πανοικτίρμων, νύμφην ἠγάγετο».

Πρωτ. Δ.Δ.Τ.