ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Γαλ. γ΄ 23 – δ΄ 5
23 Πρὸ δὲ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. 24 ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· 25 ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. 26 πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ· 27 ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. 28 οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. 29 εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστὲ καὶ κατ᾿ ἐπαγγελίαν κληρονόμοι.
δ΄ 1 Λέγω δέ, ἐφ᾿ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, 2 ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. 3 οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· 4 ὅτε δέ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, 5 ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. δ΄ 16-22
16 Καὶ ἦλθεν εἰς τὴν Ναζαρέτ, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθε κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι. 17 καὶ ἐπεδόθη αὐτῷ βιβλίον Ἡσαΐου τοῦ προφήτου, καὶ ἀναπτύξας τὸ βιβλίον εὗρε τὸν τόπον οὗ ἦν γεγραμμένον· 18 Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, 19 κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, κηρῦξαι ἐνιαυτὸν Κυρίου δεκτόν. 20 καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισε· καὶ πάντων ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ ἦσαν ἀτενίζοντες αὐτῷ. 21 ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. 22 καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ἰωσήφ;
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΦΩΚΑΣ Ο ΘΑΥΜΑΤΟΥΡΓΟΣ
Στίς 22 Σεπτεμβρίου ἑορτάζουμε τήν μνήμη τοῦ ἁγίου Φωκᾶ, τοῦ ἱερομάρτυρος καί θαυματουργοῦ, τοῦ ἐν λουτρῷ σφοδρῶς πυρωθέντι τελειωθέντος. Γεννήθηκε στήν Σινώπη τοῦ Πόντου καί ἦταν γυιός τοῦ Παμφίλου καί τῆς Μαρίας. Ἀπό πολύ μικρή ἠλικία τόν ἐπεσκίαζε ἡ Χάρις τοῦ Ἁγίου Πνεύματος καί ἐπιτελοῦσε παράδοξα θαύματα. Ἀργότερα ἔγινε ἐπίσκοπος καί μετέστρεψε πολλούς εἰδωλολάτρες στήν χριστιανική πίστη μέ τά σοφά του λόγια καί τά ὑπερφυσικά του θαύματα. Κάποτε ἕνα περιστέρι κάθισε στό κεφάλι του, τοῦ ἔβαλε ἕνα στεφάνι καί τοῦ εἶπε μέ ἀνθρώπινη φωνή: Ποτήριον κεράσθηκε σέ σένα καί πρέπει νά τό πιεῖς. Μέ αὐτό τό συμβάν τοῦ ἀποκαλύφθηκε ὅτι ἐπρόκειτο νά μαρτυρήσει.
Πράγματι τόν ἔφεραν στόν ἔπαρχο Ἀφρικανό, ὁ ὁποῖος τοῦ ἔθεσε ἐρωτήσεις σχετικές μέ τήν πίστη του. Ὁ ἅγιος Φωκᾶς μέ θάρρος θεολόγησε, δίδαξε καί ὁμολόγησε τόν Χριστό. Ὁ ἔπαρχος τόλμησε νά βλασφημήσει τόν Κύριο καί νά τιμωρήσει τόν ἅγιο, γι’ αὐτό ἔγινε μεγάλος σεισμός καί πέθανε ὁ ἔπαρχος μαζί μέ τούς στρατιῶτες του. Μετά ἀπό τήν παράκληση τῆς γυναίκας τοῦ ἐπάρχου, ὁ ἅγιος τόν ἀνέστησε, παρά τό φοβερό αὐτό θαῦμα ὅμως, τόν ὁδήγησαν στόν αὐτοκράτορα Τραϊανό. Ἀφοῦ κήρυξε καί πάλι τόν Χριστό, τόν κρέμασαν, τόν ξέσκισαν καί τόν ἔβαλαν μέσα σέ ἕνα λάκκο μέ ἀσβέστη. Τέλος τόν ἔβαλαν σέ ἕνα πολύ καυτό λουτρό, ὅπου ὁ μακάριος παρέδωσε τήν ψυχή του. Μετά τήν κοίμησή του ἐξακολουθεῖ νά ἐπιτελεῖ πολλά θαύματα, ἰδιαιτέρως σέ ὅσους κινδυνεύουν στήν θάλασσα.
Ἀπολυτίκιον
(Ἦχος δ΄ . Ταχύ προκατάλαβε)
Ἐκ
βρέφους τοῦ Πνεύματος, ὀφθεῖς δοχεῖον λαμπρόν, θαυμάτων ἐπλούτησας, τὴν
παρ’ αὐτοῦ δωρεάν, Φωκὰ Ἱερώτατε, ὅθεν ἱερουργήσας, τῷ Σωτήρι ὁσίως,
ἔπιες ἐν ἀθλήσει, τὸ ποτήριον τούτου, ὦ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν
ἠμῶν.
Μεγαλυνάριον
Τοῦ Εὐαγγελίου μυσταγωγός, ἱερῶν θαυμάτων, θεοδόξαστος αὐτουργός, Ἐκκλησίας στῦλος, Φωκᾶ Ἱερομάρτυς, ἐδείχθης διασώζων, τοὺς προσιόντας σοι.