ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Γαλ. γ΄ 15-22
15 Ἀδελφοί, κατὰ ἄνθρωπον λέγω· ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται. 16 τῷ δὲ Ἀβραὰμ ἐῤῥέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ· οὐ λέγει, καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ᾿ ὡς ἐφ᾿ ἑνός, καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός. 17 τοῦτο δὲ λέγω· διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ Θεοῦ εἰς Χριστὸν ὁ μετὰ ἔτη τετρακόσια καὶ τριάκοντα γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν. 18 εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ δι᾿ ἐπαγγελίας κεχάρισται ὁ Θεός. 19 Τί οὖν ὁ νόμος; τῶν παραβάσεων χάριν προσετέθη, ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται, διαταγεὶς δι᾿ ἀγγέλων ἐν χειρὶ μεσίτου. 20 ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ Θεὸς εἷς ἐστιν. 21 ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ; μὴ γένοιτο. εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζωοποιῆσαι, ὄντως ἂν ἐκ νόμου ἦν ἡ δικαιοσύνη· 22 ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσι.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Λκ. δ΄ 1-15
1 Ἰησοῦς δὲ πλήρης Πνεύματος Ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημον 2 ἡμέρας τεσσαράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου, καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις· καὶ συντελεσθεισῶν αὐτῶν ὕστερον ἐπείνασε. 3 καὶ εἶπεν αὐτῷ ὁ διάβολος· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος. 4 καὶ ἀπεκρίθη ὁ Ἰησοῦς πρὸς αὐτὸν λέγων· γέγραπται ὅτι οὐκ ἐπ᾿ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ᾿ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. 5 Καὶ ἀναγαγὼν αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου, 6 καὶ εἶπεν αὐτῷ ὁ διάβολος· σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται, καὶ ᾧ ἐὰν θέλω δίδωμι αὐτήν. 7 σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιόν μου, ἔσται σου πᾶσα. 8 καὶ ἀποκριθεὶς αὐτῷ εἶπεν ὁ Ἰησοῦς· ὕπαγε ὀπίσω μου, σατανᾶ· γέγραπται γάρ, Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. 9 Καὶ ἤγαγεν αὐτὸν εἰς Ἱεροσόλυμα, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ καὶ εἶπεν αὐτῷ· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω· 10 γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε, 11 καὶ ὅτι ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. 12 καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι εἴρηται, οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. 13 Καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ᾿ αὐτοῦ ἄχρι καιροῦ. 14 Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ Πνεύματος εἰς τὴν Γαλιλαίαν· καὶ φήμη ἐξῆλθε καθ᾿ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ 15 καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν δοξαζόμενος ὑπὸ πάντων.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΠΡΟΦΗΤΗΣ ΙΩΝΑΣ
Στίς 21 Σεπτεμβρίου ἡ Ἐκκλησία μας τιμᾶ τὸν προφήτη Ἰωνᾶ. Ὁ προφήτης Ἰωνᾶς ἦταν γιὸς τοῦ Ἀμαθῆ καὶ κατοικοῦσε κοντὰ στὴν Ἄζωτο. Σύμφωνα μὲ τὸ ὁμώνυμο βιβλίο τῆς Παλαιᾶς Διαθήκης προστάχθηκε ἀπὸ τὸν Θεὸ νὰ πάη στὴν Νινευὴ νὰ κηρύξη στοὺς ἁμαρτωλοὺς κατοίκους της τὴν ἐπερχόμενη καταστροφή της. Προσπαθώντας νὰ ἀποφύγη τὴν ἀποστολὴ του δραπετεύει μὲ ἕνα καράβι πρὸς δυτικά. Λόγῳ ὅμως τῆς σφοδρῆς τρικυμίας, ποὺ ξέσπασε, καὶ καταλαβαίνοντας οἱ ναῦτες ὅτι αἴτιός της εἶναι ὁ Ἰωνᾶς ρίπτεται στὴ θάλασσα καὶ ἀμέσως μὲ προσταγὴ τοῦ Θεοῦ καταπίνεται ἀπὸ ἕνα κῆτος. Μετὰ ἀπὸ τρεῖς ἡμέρες, ἀφοῦ τὸν ξέρασε τὸ κῆτος πορεύεται πρὸς τὴν Νινευή. Ἡ παραμονὴ τοῦ Ἰωνᾶ στὴ κοιλία τοῦ κήτους τρεῖς ἡμέρες καὶ τρεῖς νύκτες σύμφωνα μὲ τοὺς πατέρες τῆς Ἐκκλησίας μας προτυπώνει τὴν τριήμερο ταφὴ καὶ Ἀνάσταση τοῦ Κυρίου μας. Ἡ ἀπρόσμενη ὅμως, ἐπιτυχία τοῦ κηρύγματός του, ποὺ προκάλεσε τὴν μετάνοια τῶν κατοίκων τῆς Νινευῆ καὶ τὴν συγχώρεσή τους ἀπὸ τὸν Θεό, τὸν γεμίζει ἀπογοήτευση. Καὶ πάλι μὲ θαυματουργικὸ τρόπο ὅμως διδάσκεται ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ δὲν περιορίζεται στὸν Ἰσραήλ, ἀλλὰ ἐπεκτείνεται σὲ ὅλους ἐκείνους, ποὺ μετανοοῦν καὶ ζητοῦν τὴν βοήθεια τοῦ Θεοῦ. Ὅταν ὁ Ἰωνᾶς ἐγύρισε στὴν πατρίδα του, ἀφοῦ πῆρε τὴν μητέρα του, πῆγε στὴν Ἀσσούρ, περιοχὴ ἀλλοφύλων καὶ ὅταν αὐτὴ πέθανε, πῆγε νὰ κατοικήση κοντὰ στὴν Βάλανον τῆς Δεβόρρας, ὅπου πέθανε καὶ ἐνταφιάσθηκε στὸ σπήλαιο τοῦ Κενεζαίου.
Ἀπολυτίκιον
(Ἦχος γ΄. Θείας πίστεως.)
Σάλπιγξ εὔηχος, θείων κριμάτων, κόσμῳ πέφηνας, ἀναφωνοῦσα, Ἰωνᾶ τοῖς Νινευΐταις μετάνοιαν· καὶ συσχεθείς ἐν τῷ κήτει προέγραψας, τὴν τοῦ Σωτῆρος τριήμερον ἔγερσιν· ὅθεν πρέσβευε, δοθῆναι τοῖς σὲ γεραίρουσι, πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.
Μεγαλυνάριον
Βροντή οὐρανία τῆς Νινευΐ, ἡ φωνή σου ὤφθη, μετανοίας τάς ἀπαρχάς, ταύτῃ προξενοῦσα, ὦ Ἰωνᾶ Προφήτα, καί παύουσα κακίας ὁρμήν τήν ἄσχετον.