Τετάρτη 24 Αυγούστου 2022

Ο ΑΓΙΟΣ ΤΙΤΟΣ

25 Αὐγούστου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Τιτ. α΄ 1-5, β΄ 15- γ΄ 2, 12-15

   1 Παῦλος, δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ᾿ εὐσέβειαν 2 ἐπ᾿ ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς Θεὸς πρὸ χρόνων αἰωνίων3 ἐφανέρωσε δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ ἐν κηρύγματι ὃ ἐπιστεύθην ἐγὼ κατ᾿ ἐπιταγὴν τοῦ σωτῆρος ἡμῶν Θεοῦ, 4 Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν· χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν. 5 Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην,

   15 Ταῦτα λάλει καὶ παρακάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς· μηδείς σου περιφρονείτω.

   γ΄ 1 Ὑπομίμνησκε αὐτοὺς ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι 2 μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πρᾳότητα πρὸς πάντας ἀνθρώπους.

   12 Ὅταν πέμψω Ἀρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. 13 Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. 14 μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. 15 Ἀσπάζονταί σε οἱ μετ᾿ ἐμοῦ πάντες. Ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν· ἀμήν.

 

 

 

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ε΄ 14-19

    14 Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· 15 οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. 16 οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. 17 Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. 18 ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. 19 ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

 

 

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΑΓΙΟΣ ΤΙΤΟΣ

   Στίς 25 Αὐγούστου ἡ Ἐκκλησία μας τιμᾶ τόν ἀπόστολο Τίτο, μαθητή τοῦ Ἁγίου Παύλου. Καταγόταν ἀπό τό κρητικό βασιλικό γένος τοῦ Μίνωος καί ἀπό μικρός ἐντρυφοῦσε μέ ἐπιμέλεια στή θύραθεν παιδεία. Στά εἴκοσί του χρόνια ἄκουσε θεϊκή φωνή, ἡ ὁποία τοῦ ἔλεγε νά ἀναχωρήσει ἀπό τόν τόπο του, ἐάν θέλει νά σώσει τήν ψυχή του, διότι ἡ ἐξωτερική παιδεία δέν θά τόν ὠφελήσει. Θέλοντας νά σιγουρευθεῖ ὅμως, συνέχισε ἐπί ἐννέα ἀκόμη χρόνια νά ἀσχολεῖται μέ τά γράμματα τῶν ἑλλήνων. Τότε μέ θεῖο ὅραμα προστάχθηκε νά διαβάσει τήν παλαιά διαθήκη τῶν Ἑβραίων. Ὅταν τήν πῆρε ἄνοιξε στό σημεῖο, ὅπου ὁ προφήτης Ἠσαΐας λέει: “Ἐγκαινίζεσθε πρός με νῆσοι πολλαί· Ἰσραήλ σώζεται ὑπό Κυρίου σωτηρίαν αἰώνιον” (Ἠσ. Με΄16).
   Ὁ ἀνθύπατος καί ἡγεμόνας τῆς Κρήτης ἦταν θεῖος τοῦ ἁγίου Τἰτου καί ἀφοῦ πληροφορήθηκε γιά τήν γέννηση τοῦ Χριστοῦ καί τά ἄπειρα θαύματα πού ἐπιτελοῦσε, συζήτησε μέ τούς ἄλλους ἄρχοντες τῆς Κρήτης καί ἔστειλε τόν ἅγιο Τίτο στά Ἱεροσόλυμα, γιά νά τούς μεταφέρει ὅσα θά μάθαινε. Πράγματι ὁ ἀπόστολος τοῦ Θεοῦ προσκύνησε τόν Κύριο, εἶδε τά σωτήρια Πάθη, τήν Ταφή, τήν Ἀνάσταση, τήν εἰς οὐρανοὐς Ἀνάληψή Του καθώς καί τήν ἔλευση τοῦ ἁγίου Πνεύματος. Πίστεψε στόν Χριστό καί ἦταν μεταξύ τῶν ἑκατόν εἴκοσι πού ἔλαβαν τό ἅγιο Πνεῦμα. Κατόπιν χειροτονήθηκε ἐπίσκοπος καί ἐστάλη μαζί μέ τόν ἀπόστολο Παῦλο να κηρύξουν τό Εὐαγγέλιο. Μετά τόν μαρτυρικό θάνατο τοῦ Παύλου, πῆγε στήν Κρήτη, χειροτόνησε ἱερεῖς καί ἐπισκόπους καί τέλος ἀναπαύθηκε ἐν Κυρίῳ σέ ἠλικία ἐνενήντα τεσσάρων ἐτῶν.

Ἀπολυτίκιον

(Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον)

Προσκληθείς οὐρανόθεν πρός γνώσιν ἔνθεον, τήν ἐν σαρκί τοῦ Δεσπότου ἐπιδημίαν ἐν γῇ, αὐτοψεί ἐωρακώς φωτός πεπλήρωσαι, ὅθεν τοῦ Παύλου κοινωνός, θεηγόρος γεγονώς, τήν Κρήτην πᾶσαν πυρσεύεις, τῆς εὐσεβείας τῷ λόγῳ, Τίτε ἀπόστολε μακάριε.

Μεγαλυνάριον

Παύλῳ τῷ θεόπτῃ μαθητευθείς, ὤφθεις ἐν τῇ Κρήτῃ, εὐσεβείας ὑφηγητής, Τίτε θεηγόρε, Ἀπόστολε καί μύστα, τῆς πρός ὑμᾶς τοῦ Λόγου συγκαταβάσεως.