ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ρωμ. ιβ΄ 6-14
6 Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, 7 εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ, 8 εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει, ὁ μεταδιδούς, ἐν ἁπλότητι, ὁ προϊστάμενος, ἐν σπουδῇ, ὁ ἐλεῶν, ἐν ἱλαρότητι. 9 Ἡ ἀγάπη ἀνυπόκριτος. ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ, 10 τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι, 11 τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ Κυρίῳ δουλεύοντες, 12 τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες, 13 ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν φιλοξενίαν διώκοντες. 14 εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. θ΄ 1-8
1 Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. 2 Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον· καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπε τῷ παραλυτικῷ· θάρσει, τέκνον· ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. 3 καὶ ἰδού τινες τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς· οὗτος βλασφημεῖ. 4 καὶ ἰδὼν ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· ἵνα τί ὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; 5 τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει; 6 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας – τότε λέγει τῷ παραλυτικῷ· ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 7 καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. 8 ἰδόντες δὲ οἱ ὄχλοι ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΑΘΑΝΑΣΙΟΣ
Στίς 24 Ἰουλίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου νεομάρτυρος Ἀθανασίου ἀπό τήν Κίον. Ὁ ἅγιος Ἀθανάσιος καταγόταν ἀπό τήν ἐπαρχία τῆς Νίκαιας τῆς Μικρᾶς Ἀσίας, ἦταν ἔγγαμος, μέ ἀρκετό πλοῦτο, ὥστε νά μή στερεῖται ἡ οἰκογένειά του τά ἀναγκαῖα καί ζοῦσε μέ φόβο Θεοῦ. Ὅταν οἱ Ἀγαρηνοί φορολόγησαν ὑπερβολικά τούς χριστιανούς ὁ ἅγιος Ἀθανάσιος ὡς ὁ πιὸ φιλάδελφος καί μεγαλύτερος ἀπό ὅλους τούς χριστιανούς κίνησε ἀγωγή κατά τῶν ντόπιων Τούρκων, γιά νά βοηθήσουν καί αὐτοί τούς χριστιανούς νά πληρώσουν τούς φόρους. Οἱ Ἀγαρηνοί ἐπειδή φοβήθηκαν μήπως καταφέρει ὁ Ἀθανάσιος τόν σκοπό του, ἐπειδή ὁ λόγος του εἶχε δύναμη ἀπέναντι στούς διακαστές, τόν συνέλαβαν καί τόν πῆγαν στήν Κωνσταντινούπολη, ὅπου τόν κατηγόρησαν στόν Βεζύρη ὅτι δῆθεν εἶχε πεῖ ὅτι θά γίνη Τοῦρκος. Ὁ Βεζύρης τόν παρεκίνησε ἔντονα νά ἀλλαξοπιστήση, ὅμως αὐτός ἔμεινε ἀμετακίνητος στήν πίστη του καί γιά αὐτό τόν φυλάκισαν καί γιά ἑξήντα ἡμέρες τόν τυραννοῦσαν χωρίς ἔλεος. Ὅμως ὁ μάρτυς τοῦ Χριστοῦ ἔμενε ἀκλόνητος στήν πίστη του. Γιά τόν λόγο αὐτό ὁ Βεζύρης τόν παρέδωσε στόν ἔπαρχο καί αὐτός στόν δήμιο, ὁ ὁποῖος τόν ἀποκεφάλισε. Ἔτσι ὁ ἀοίδιμος μάρτυς τοῦ Χριστοῦ Ἀθανάσιος στίς 24 Ἰουλίου ἡμέρα Κυριακή τό ἔτος 1670 ἀξιώθηκε τῆς οὐρανίου Βασιλείας.