ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Α΄ Κορ. α΄ 1-9
1 Παῦλος, κλητὸς ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Σωσθένης ὁ ἀδελφός, 2 τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις, σὺν πᾶσι τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ αὐτῶν τε καὶ ἡμῶν· 3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. 4 Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ, 5 ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει, 6 καθὼς τὸ μαρτύριον τοῦ Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν, 7 ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι, ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· 8 ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 9 πιστὸς ὁ Θεὸς δι᾿ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ιγ΄ 24-30
24 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ· 25 ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ἔσπειρε ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν. 26 ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησε, τότε ἐφάνη καὶ τὰ ζιζάνια. 27 προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ· κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; πόθεν οὖν ἔχει ζιζάνια; 28 ὁ δὲ ἔφη αὐτοῖς· ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. οἱ δὲ δοῦλοι εἶπον αὐτῷ· θέλεις οὖν ἀπελθόντες συλλέξωμεν αὐτά; 29 ὁ δὲ ἔφη· οὔ, μήποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον· 30 ἄφετε συναυξάνεσθαι ἀμφότερα μέχρι τοῦ θερισμοῦ, καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς· συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Ο ΟΣΙΟΣ ΔΙΟΣ
Στίς 19 Ἰουλίου ἡ Ἐκκλησία τιμᾶ τὴν μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Δίου. Ὁ ὅσιος Δίος ἔζησε κατὰ τοὺς χρόνους τοῦ μεγάλου Θεοδοσίου καὶ καταγόταν ἀπὸ τὴν Ἀντιόχεια. Ἔφθασε μάλιστα σὲ ὑψηλὰ μέτρα ἀρετῆς. Παρακινούμενος ἀπὸ θεία ἀποκάλυψη πῆγε στὴν Κωνσταντινούπολη. Στὸν τόπο ὅπου τοῦ ὑποδείχθηκε, καὶ στὸν ὁποῖο ἀργότερα ἔκτισε μοναστήρι, ἔμπηξε τὸ ξερὸ καὶ χωρὶς ἰκμάδα ραβδὶ του, μετὰ ἀπὸ ἐπίκληση τῆς Ἁγίας Τριάδος, καί αὐτὸ ἐρρίζωσε καὶ ἔγινε μεγάλο δένδρο. Ὅταν ὁ αὐτοκράτορας Θεοδόσιος ἔμαθε τὰ ἀσκητικὰ κατορθώματα τοῦ ὁσίου, πῆγε ὁ ἴδιος σὲ αὐ τόν, γιὰ νὰ πάρει τὴν εὐχή του. Ἐθαύμασε τοὺς ἀσκητικοὺς ἀγῶνες του καὶ τοῦ προσέφερε χρήματα, γιὰ νὰ συστήσει μοναστήρι. Μάλιστα ὁ Πατριάρχης Κωνσταντινουπόλεως Ἀττικὸς, παρὰ τὶς ἔντονες ἀντιρρήσεις τοῦ ὁσίου, τὸν ἐχειροτόνησε ἱερέα. Ἦταν δὲ τόση ἡ παρρησία του πρὸς τὸν Κύριο, ὥστε πολλὰ θαύματα ἐνεργοῦσε. Ὅταν ἐπρόκειτο νὰ πεθάνει παρέμεινε γιὰ μεγάλο χρονικὸ διάστημα ἀκίνητος καὶ ἄπνους ἕτοιμος νὰ παραδώσει τὸ πνεῦμα του. Ξαφνικὰ ὅμως σηκώθηκε, σὰν ἀπό ὕπνο, καὶ εἶπε ὅτι ὁ Κύριος τοῦ προσέθεσε ἄλλα δέκα πέντε χρόνια ζωῆς. Ἀφοῦ ἔζησε θεοφιλῶς καὶ τὰ ὑπόλοιπα χρόνια τῆς ζωῆς του, ἀνεχώρησε γιὰ τὴν Οὐράνια Βασιλεία.
Ἀπολυτίκιον
Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Ὁ βίον ἐφάμιλλον, τῇ κλήσει πολιτευθείς, τῆς δόξης τοῦ Πνεύματος, πυξίον ὤφθης σεπτόν, Πατὴρ ἠμῶν Ὅσιε· σὺ γὰρ θαυματουργίαις, ἱεραῖς διαπρεπῶν, ἔνδοξος ἐν Ὁσίοις, φερωνύμως ἐδείχθης. Διὸ σὲ ἀνευφημοῦμεν, Δίε μακάριε.
Μεγαλυνάριον
Ἔνδοξος τῇ κλήσει ἀποφανείς, ἔνδοξος ἐν βίῳ, ἐχρημάτισας ἐπί γῆς· ὅθεν τῆς ἐνδόξου, τοῦ Λόγου βασιλείας, ἐνδόξως ἠξιώθης Δῖς πανένδοξε.