Σάββατο 2 Ιουλίου 2022

Ο ΟΣΙΟΜΑΡΤΥΣ ΓΕΡΑΣΙΜΟΣ Ο ΝΕΟΣ

3 Ἰουλίου

 ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Ρωμ. ε΄ 1-10

1 Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, 2 δι᾿ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ᾿ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ. 3 οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, 4 ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, 5 ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος Ἁγίου τοῦ δοθέντος ἡμῖν. 6 ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανε. 7 μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν. 8 συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεός, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε. 9 πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ σωθησόμεθα δι᾿ αὐτοῦ ἀπὸ τῆς ὀργῆς. 10 εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ·

 

 ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ

Μτθ. ς΄ 22-33

22 Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινόν ἔσται· 23 ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστί, τὸ σκότος πόσον; 24 Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. 25 Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε καὶ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος; 26 ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; 27 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; 28 καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρῖνα τοῦ ἀγροῦ πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· 29 λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. 30 Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; 31 μὴ οὖν μεριμνήσητε λέγοντες, τί φάγωμεν ἢ τί πίωμεν ἢ τί περιβαλώμεθα; 32 πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητεῖ· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. 33 ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.

 

 ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ

Ο ΟΣΙΟΜΑΡΤΥΣ ΓΕΡΑΣΙΜΟΣ Ο ΝΕΟΣ

   Στίς 3 Ἰουλίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τοῦ ἁγίου ὁσιομάρτυρος Γερασίμου τοῦ Νέου. Ὁ ἅγιος Γεράσιμος καταγόταν ἀπό τό Μεγάλο Χωριό Καρπενησίου καί τό ὄνομά του ἦταν Γεώργιος. Σέ ἡλικία δώδεκα χρονῶν πῆγε στήν Κωνσταντινούπολη, ὅπου προσλήφθηκε σέ παντοπωλεῖο συμπατριώτη του. Κάποια μέρα, συνεργίᾳ τοῦ πονηροῦ, ἐνῶ πωλοῦσε γιαούρτια, σκόνταψε, μέ ἀποτέλεσμα νά καταστραφοῦν. Εὑρισκόμενος ὁ Γεώργιος φοβισμένος ἀλλά καί λόγῳ τῆς ἡλικίας του καί τῶν κολακειῶν τῶν Τούρκων, ἐξόμωσε.Ὅταν ἦλθε σέ ὥριμη ἡλικία μετανόησε καί ἀναχώρησε ἀπό τήν Κωνσταντινούπολη καί πῆγε στό Ἅγιο Ὄρος, κοντά σέ κάποιο ἱερομόναχο Κύριλλο, ὅπου ἐξομολογήθηκε καί ἔχοντας μεγάλο ζῆλο γιά τήν μοναχική ζωή ἐκάρη μοναχός, μετονομασθείς Γεράσιμος. Ἔχοντας θεῖο πόθο γιά νά μαρτυρήση καί ἐνθυμούμενος τήν ἄρνησή του ἐπανέρχεται στήν Κωνσταντινούπολη, ὅπου ὁμολόγησε μέ παρρησία ὅτι εἶναι χριστιανός. Βλέποντας οἱ Τοῦρκοι τήν στερεά πίστη του τόν ἔδειραν καί τόν βασάνισαν ἀπάνθρωπα, ὅμως ὁ μάρτυς τοῦ Χριστοῦ ἔμεινε ἑδραῖος στήν πίστη του καί τέλος τόν ἀποκεφάλισαν στίς 3 Ἰουλίου τοῦ 1812 σέ τοποθεσία κοντά στό Ναό τῆς τοῦ Θεοῦ Σοφίας, ὅπου καί φάνηκε θεῖο φῶς ἀπό τόν οὐρανό κατά τό μαρτύριό του πρός δόξαν τῆς πίστεως. Τό λείψανό του ἐνταφιάσθηκε ἀπό τούς χριστιανούς στήν νῆσο Πρώτη. Ὅταν ἔγινε ἡ ἀνακομιδή, μετά ἀπό τρία χρόνια, τά ἱερά λείψανα τοῦ ἁγίου ὁσιομάρτυρος Γερασίμου ἀποθησαυρίσθηκαν στό μοναστήρι τοῦ Προυσοῦ, στήν Εὐρυτανία.

Ἀπολυτίκιον
Ἦχος γ΄. Θείας πίστεως

   Γέρας τίμιον τῆς ᾿Εκκλησίας, σέλας ἔνθεον Εὐρυτανίας, νεομαρτύρων νεώτερον καύχημα, ἐν τῇ ἀσκήσει Χριστὸν ἐπεπόθησας καὶ μαρτυρίῳ Θεὸν ὡμολόγησας. Αὐτόν, ἅγιε ὁσιομάρτυς Γεράσιμε, πρεσβείαις τῆς Θεομήτορος, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Μεγαλυνάριον

Χωρίου Μεγάλου τὸν πρεσβευτὴν καὶ Νεομαρτύρων τὸν νεώτατον ἀθλητήν, τὸν ἐν τῇ ἀσκήσει καὶ τῇ ὁμολογίᾳ Χριστὸν δοξολογοῦντα, ὕμνοις τιμήσωμεν.