ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Τιτ. γ΄ 8-15
8 Πιστὸς ὁ λόγος· καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. Ταῦτά ἐστι τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· 9 μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιΐστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. 10 αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, 11 εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος. 12 Ὅταν πέμψω Ἀρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. 13 Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. 14 μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. 15 Ἀσπάζονταί σε οἱ μετ᾿ ἐμοῦ πάντες. Ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν· ἀμήν.
ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ε΄ 14-19
14 Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· 15 οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. 16 οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. 17 Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. 18 ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. 19 ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. 20 λέγω γὰρ ὑμῖν ὅτι ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
Η ΑΓΙΑ ΜΑΡΤΥΣ ΜΑΡΙΝΑ
Στίς 17 Ἰουλίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῆς ἁγίας μάρτυρος Μαρίνης. Ἡ ἁγία Μαρίνα καταγόταν ἀπό τήν Πισσιδεία τῆς Μικρᾶς Ἀσίας καί ὁ πατέρας της ἦταν ἱερέας τῶν εἰδώλων καί ἔζησε κατά τούς χρόνους τοῦ Κλαυδίου Καίσαρος. Ἡ μητέρα της πέθανε λίγες ἡμέρες μετά τήν γέννηση τῆς ἁγίας, γι᾿ αὐτό ἡ ἁγία Μαρίνα μεγάλωσε κοντά σέ μία ἡλικιωμένη χριστιανή. Ἡ ἁγία Μαρίνα μέ τό πέρασμα τῶν χρόνων κατηχήθηκε στήν πίστη καί στήν ἀγάπη πρός τόν Χριστό καί σέ ἡλικία δεκαπέντε χρόνων ἐπόθησε νά μαρτυρήση γιά τόν Κύριο.Ὅταν ὁ ἡγεμόνας Ὀλύμβριος ἔμαθε γιά τήν πίστη της διέταξε νά τήν συλλάβουν· ἦταν ὅμως τόση ἡ ὀμορφιά της, πού ὅταν ὁ ἡγεμόνας τήν εἶδε ἀναστατώθηκε. Ἡ ἁγία ὁμολόγησε μέ θάρρος τήν πίστη της καί ὁ ἡγεμόνας τήν κτύπησε χωρίς ἔλεος μέχρι πού κοκκίνισε ἡ γῆ ἀπό τά αἵματα. Κατόπιν τήν πῆγαν στήν φυλακή, ὅπου τῆς φανερώθηκε ὁ διάβολος σάν δράκοντας, γεγονός πού τήν φόβισε πολύ, αὐτός κατόπιν μεταβλήθηκε σέ μαῦρο σκύλο. Ἡ ἁγία ἀφοῦ προσευχήθηκε στόν Θεό κτύπησε τόν διάβολο μέ ἕνα σφυρί καί αὐτός ταπεινωμένος ἐξαφανίσθηκε. Μετά τήν ὁδήγησαν καί πάλι γιά ἀνάκριση, ὅπου ἔμεινε στέρεη στήν πίστη. Γι᾿ αὐτό τῆς ἔκαψαν τό σῶμα μέ ἀναμμένες λαμπάδες καί τήν ἔβαλαν σέ δοχεῖο μέ βραστό νερό, ὅμως χάριτι Θεοῦ ἡ ἁγία ἔμεινε ἀβλαβής καί μάλιστα ἕλκυσε στήν πίστη πολλούς εἰδωλολάτρες, τούς ὁποίους καί ἀποκεφάλισαν. Τότε ὁ ἡγεμόνας θυμωμένος διέταξε νά τήν ἀποκεφαλίσουν. Καί ἔτσι ἡ ἁγία μεγαλομάρτυς Μαρίνα παρέδωσε τήν ἁγία ψυχή της στόν Νυμφίο της, πού τόσο ἀγάπησε.
Ἀπολυτίκιον
(Ἦχος πλ. α΄. Τόν συνάναρχον Λόγον.)
Μνηστευθεῖσα τῷ Λόγῳ, Μαρίνα ἔνδοξε, τῶν ἐπιγείων τήν σχέσιν πᾶσαν κατέλιπες, καί ἐνήθλησας λαμπρῶς ὡς καλλιπάρθενος· τόν γάρ ἀόρατον ἐχθρόν, κατεπάτησας στερρῶς, ὀφθέντα σοι Ἀθληφόρε. Καί νῦν πηγάζεις τῷ κόσμῳ, τῶν ἰαμάτων τά δωρήματα.
Μεγαλυνάριον
Τὴν λαμπάδα πάντες τὴν φαεινήν, καὶ τῆς παρθενίας, τὸν ἀσύληπτον θησαυρόν, τὴν νύμφην Κυρίου, καὶ ἄσπιλον ἀμνάδα, Μαρίναν τὴν ἁγίαν, ὕμνοις τιμήσωμεν.