ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Ρωμ. β΄ 14-28
14 Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος, 15 οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων- 16 ἐν ἡμέρᾳ ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ. 17 Ἴδε σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ τῷ νόμῳ, καὶ καυχᾶσαι ἐν Θεῷ, 18 καὶ γινώσκεις τὸ θέλημα, καὶ δοκιμάζεις τὰ διαφέροντα, κατηχούμενος ἐκ τοῦ νόμου, 19 πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, 20 παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ. 21 ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις;
ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις; 22 ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις; ὁ βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλεῖς; 23 ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις; 24 τὸ γὰρ ὄνομα τοῦ Θεοῦ δι᾿ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσι, καθὼς γέγραπται. 25 περιτομὴ μὲν γὰρ ὠφελεῖ, ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν. 26 ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ, οὐχὶ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται; 27 καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία, τὸν νόμον τελοῦσα, σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου. 28 οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ
Μτθ. ε΄ 33-41
33 Πάλιν ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις, οὐκ ἐπιορκήσεις, ἀποδώσεις δὲ τῷ Κυρίῳ τοὺς ὅρκους σου. 34 Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως· μήτε ἐν τῷ οὐρανῷ, ὅτι θρόνος ἐστὶ τοῦ Θεοῦ. 35 μήτε ἐν τῇ γῇ, ὅτι ὑποπόδιόν ἐστι τῶν ποδῶν αὐτοῦ· μήτε εἰς Ἱεροσόλυμα, ὅτι πόλις ἐστὶ τοῦ μεγάλου βασιλέως· 36 μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς, ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ἢ μέλαιναν ποιῆσαι. 37 ἔστω δὲ ὁ λόγος ὑμῶν ναὶ ναί, οὒ οὔ· τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν. 38 Ἠκούσατε ὅτι ἐῤῥέθη, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος· 39 Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ᾿ ὅστις σε ῥαπίσει ἐπὶ τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην· 40 καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον· 41 καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν, ὕπαγε μετ᾿ αὐτοῦ δύο.

ΣΥΝΑΞΑΡΙ ΤΗΣ ΗΜΕΡΑΣ
ΟI ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΜΑΝΟΥΗΛ, ΣΑΒΕΛ ΚΑΙ ΙΣΜΑΗΛ
Στίς 17 Ἰουνίου ἡ Ἐκκλησία μας τιμᾶ τήν μνήμη τῶν ἁγίων μαρτύρων Μανουήλ, Σαβέλ καί Ἰσμαήλ. Οἱ ἅγιοι αὐτοί μάρτυρες ἦσαν χριστιανοί καί ἀδέλφια, κατάγονταν ἀπό τήν Περσία καί ἔζησαν τήν ἐποχή πού ἦταν αὐτοκράτορας ὁ Ἰουλιανός ὁ Παραβάτης. Γύρω στό 363 στάλθηκαν ἀπό τόν βασιλέα τῶν Περσῶν νά διαπραγματευτοῦν μέ τόν βυζαντινό αὐτοκράτορα τήν εἰρήνη. Ἐρχόμενοι στήν Χαλκηδόνα καί βλέποντας τόν Ἰουλιανό νά θυσιάζη στά εἴδωλα μέ πολλούς ἐθνικούς, στεναχωρήθηκαν γιά τήν ἀσέβεια καί τήν πλάνη τους καί παρεκάλεσαν τόν Κύριο νά τούς προστατεύση, ὥστε ὄχι μόνο νά μείνουν στέρεοι στήν πίστη τοῦ Χριστοῦ ἀλλά καί νά τόν ὁμολογήσουν ὡς Θεό ἀληθινό. Ὅταν ἀποκαλύφθηκε ὅτι ἦσαν χριστιανοί καί ὁμολόγησαν τόν Χριστό δάρθηκαν ἀνηλεῶς, ἔπειτα τούς πέρασαν πιρούνια στούς ἀστραγάλους τους καί ἔκαψαν τίς μασχάλες τους. Στόν δέ ἅγιο Μανουήλ ὁ Ἰουλιανός τοῦ ἔταξε πολλά πλούτη, ἐάν θυσίαζε στά εἴδωλα. Ὁ ἅγιος ὅμως ἔμεινε στέρεος στήν πίστη του καί γι’ αὐτό τόν βασάνισαν ἀπάνθρωπα καί μάλιστα τόν κένταγαν μέ μυτερά καλάμια, κατόπιν μαζί μέ τούς ἀδελφούς του ὁδηγήθηκαν στό τεῖχος πού ἔβλεπε στήν πλευρά τῆς Θράκης καί ἐκεῖ τούς ἀποκεφάλισαν καί ἔτσι ἔλαβαν τόν στέφανο τοῦ μαρτυρίου. Ὅταν οἱ εἰδωλολάτρες προσπάθησαν νά κάψουν τά σώματά τους ἐπέτρεψε ὁ Θεός νά σχισθῆ ἡ γῆ καί νά τά δεχθῆ. Βλέποντας οἱ ἐθνικοί τό θαῦμα αὐτό πολλοί ἀπό αὐτούς πίστευσαν στόν Κύριο. Ἀργότερα εὐσεβεῖς χριστιανοί, μετά ἀπό θεία ἀποκάλυψη βρῆκαν τά σώματα τῶν ἁγίων καί τά ἐνταφίασαν μέ τιμές.
Ἀπολυτίκιον
(Ἦχος γ΄. Τήν ὠραιότητα.)
Ὡς ἐννεάριθμον, τοῦ Λόγου σύνταγμα, ἐχθρῶν τᾶς φάλαγγας, κατετροπώσαντο, Ἴσαυρος Φήλιξ σὺν αὐτοίς, Ἐρμείας καὶ Περεγρίνος, ἅμα Ἰννοκέντιος, Μανουὴλ καὶ Βασίλειος, Ἰσμαὴλ ὁ ἔνδοξος, καὶ Σαβὲλ ὁ μακάριος’ διὸ καὶ τὰ βραβεῖα τῆς νίκης, εὗρον ὡς Μάρτυρες Κυρίου.
Μεγαλυνάριον
Χαίροις Ἀθλοφόρων παρεμβολή, Ἴσαυρε παμμάκαρ, καὶ οἱ σύναθλοι οἱ κλεινοί· χαίρετε γενναῖοι, ὁπλῖται τοῦ Κυρίου, Ἀγγέλων συμπολῖται καὶ ἰσοστάσιοι.